- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:1-3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
卡戎和克罗托抱怨赫尔墨斯因地上的事务而迟到。赫尔墨斯喘着粗气赶来,驱赶着一大群亡灵,其中包括一个企图逃跑的僭主。
Χάρων Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπʼ ἐμοί,1 τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον·2 κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον·3 καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα4 παρʼ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών· μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δʼ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.
卡戎 好啦,克罗托,我们这艘小船早已准备就绪,非常适合启航;因为舱底水已经排干,桅杆已经竖起,帆已经挂好,每支桨都已用皮带系好,只要我个人而言,没有任何事情能阻止我们起锚启航。但是赫尔墨斯却迟到了,他本该早就到了;无论如何,如你所见,渡船空无一人,而今天本已可以往返三次了;现在差不多快到解牛(黄昏)的时候了,而我们甚至连一个奥博尔都还没赚到。而且普路同,我很清楚,他会以为是我在这些事上懈怠,况且这责任还在别人身上。而我们那位优秀的亡灵引路人,就像其他任何人一样,自己也在上面喝了忘川(莱忒)的水,忘记了回到我们这里,他要么在和青年们摔跤,要么在弹奏竖琴,要么在滔滔不绝地发表言论以展示他自己的废话,又或者这位高贵的家伙在来的路上正在偷窃;因为这也是他的本领之一。总之,他对待我们随心所欲,况且他有一半是属于我们的。
Κλωθώ τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν. Χάρων ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν αἰτίαν· παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων· ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.
克罗托 但你怎么知道,卡戎,是不是有什么差事临到了他,因为宙斯需要他更多地去处理上面的事务?毕竟那位也是主人。 卡戎 但克罗托啊,那也不能过度支配共同的财产,因为我们也不曾在该他离去的时候挽留他。但我知道原因:因为在我们这里只有阿斯福德勒斯(日光兰)、奠酒、祭饼和祭品,其余的一切都是阴暗、雾气和黑暗,而在天界一切都是明亮的,神粮丰盛,神酒充足;所以他似乎更喜欢在他们那里耽搁。他从我们这里飞走,就像从某种监狱里逃跑一样;而当该下来的时候,他慢吞吞地,踱着步,好不容易才走下来。
Κλωθώ μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας. Ἑρμῆς τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως5 ὑμῖν τήμερον ἐγενόμην; Κλωθώ τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε; Ἑρμῆς τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων. Κλωθώ εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;
克罗托 别再生气了,卡戎;因为他自己已经走近了,如你所见,带了许多人来,或者更确切地说,像赶羊群一样,用他的手杖把他们聚在一起赶着。但这是怎么回事?我看到他们中间有一个人被绑着,另一个人在笑,还有一个人肩上挂着个行囊,手里拿着木杖,目光犀利,催促着其他人。你难道没看见赫尔墨斯自己也大汗淋漓,双脚沾满灰尘,气喘吁吁吗?至少他的嘴里塞满了粗气。这是怎么了,赫尔墨斯?为什么这么急?因为你看起来很慌乱。 赫尔墨斯 克罗托啊,还能有什么,就是因为追赶这个逃跑的恶棍,今天我差点就成了你们的“弃船者”(失职者)。 克罗托 他是谁?他为什么要逃跑? 赫尔墨斯 这很明显,因为他想活下去。他是个国王或僭主,至少从他的哀叹和哭诉来看是这样,他说自己被剥夺了极大的幸福。 克罗托 那么,那个愚蠢的家伙竟然逃跑,以为在为他纺织的生命之线已经用尽的情况下,他还能活下去吗?
- 1ὅσον ἐπʼ ἐμοί
前置词 ἐπί 加上与格表示“就……而言”或“在……范围内”。整体上形成一个表示限制的副词短语,意为“就我而言”。
- 1πάλαι παρεῖναι δέον
δέον 是无人称动词 δεῖ 的中性宾格分词,用于所谓的“宾格绝对结构”(accusative absolute),表示让步意义:“本该(早就到场)”。
- 1ἀναπεπλευκέναι δυνάμενον
δυνάμενον 是中性单数主格分词,修饰 τὸ πορθμεῖον,与完成时不定词连用,表示“本来能够(往返)”的虚拟或潜在状况。
- 1καὶ ταῦτα
表示让步或强调附加情况的习惯用语,意为“而且”、“况且”,此处后接分词短语。
- 3ὀλίγου δεῖν λιπόνεως
ὀλίγου δεῖν 是一个表示“几乎”、“差点”的习惯用语。λιπόνεως 是 λείπω(抛弃)和 ναῦς(船)的合成词,在此指因渎职而使船只无法运转或成为“弃船者”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 译文 1 处
