- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg011.humanitext-grc2:15-21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
本文列举了长寿的东方诸王,以及通过自我管理而达到极长寿命的著名哲学家们的寿命与死因。
Ἀρταξέρξης ὁ Μνήμων ἐπικληθείς, ἐφʼ ὃν Κῦρος ὁ ἀδελφὸς ἐστρατεύσατο, βασιλεύων ἐν Πέρσαις ἐτελεύτησεν νόσῳ ἓξ καὶ ὀγδοήκοντα ἐτῶν γενόμενος, ὡς δὲ Δίνων ἱστορεῖ, τεσσάρων καὶ ἐνενήκοντα. Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεύς, ὅν φησιν ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ1 Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφεὺς βασιλεύειν, ἔτη τρία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη. Σινατρόκης δὲ ὁ Παρθυαίων βασιλεὺς ἔτος ὀγδοηκοστὸν ἤδη γεγονὼς ὑπὸ Σακαυράκων Σκυθῶν καταχθεὶς2 βασιλεύειν ἤρξατο καὶ ἐβασίλευσεν ἔτη ἑπτά. Τιγράνης δὲ ὁ Ἀρμενίων βασιλεύς, πρὸς ὃν Λούκουλλος ἐπολέμησεν, πέντε καὶ ὀγδοήκοντα ἐτῶν ἐτελεύτα νόσῳ.
被称为“记忆之神”(姆内蒙)的阿尔塔薛西斯,他的弟弟居鲁士曾对他发起战争,他在作为波斯人的国王统治时因病去世,年八十六岁,但据迪农记载,为九十四岁。另一位波斯国王阿尔塔薛西斯,条支的作家伊西多尔说他在他自己先祖的时代统治,他活了九十三年,因其兄弟戈西特拉斯的阴谋而被刺杀。此外,巴提亚人的国王西纳特鲁塞斯在已经八十岁时,被萨考拉凯塞西亚人迎回并开始统治,统治了七年。此外,亚美尼亚人的国王提格兰,卢库鲁斯曾与他作战,他在八十五岁时因病去世。
Ὑσπαυσίνης δὲ ὁ Χάρηκος καὶ τῶν κατʼ Ἐρυθρὰν θάλασσαν τόπων βασιλεὺς πέντε καὶ ὀγδοήκοντα ἐτῶν νοσήσας ἐτελεύτησεν. Τίραιος δὲ ὁ μεθʼ Ὑσπαυσίνην τρίτος βασιλεύσας δύο καὶ ἐνενήκοντα βιοὺς ἔτη ἐτελεύτα νόσῳ. Ἀρτάβαζος δὲ ὁ μετὰ Τίραιον ἕβδομος βασιλεύσας Χάρακος ἓξ καὶ ὀγδοήκοντα ἐτῶν καταχθεὶς ὑπὸ Πάρθων ἐβασίλευσε. Καμνασκίρης δὲ βασιλεὺς Παρθυαίων ἓξ καὶ ἐνενήκοντα ἔζησεν ἔτη.
此外,条支以及红海沿岸地区的国王希斯帕奥西内斯在八十五岁时生病去世。此外,作为希斯帕奥西内斯之后第三任国王进行统治的提莱乌斯,活了九十二年,因病去世。此外,在提莱乌斯之后作为第七任条支国王统治的阿尔塔巴佐斯,在八十六岁时被巴提亚人迎回并实行统治。此外,巴提亚人的国王卡姆纳斯基雷斯活了九十六年。
Μασσινίσσας δὲ Μαυρουσίων βασιλεὺς ἐνενήκοντα ἐβίωσεν ἔτη. Ἄσανδρος δὲ ὁ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ ἀντὶ ἐθνάρχου βασιλεὺς3 ἀναγορευθεὶς Βοσπόρου περὶ ἔτη ὢν ἐνενήκοντα ἱππομαχῶν καὶ πεζομαχῶν οὐδενὸς ἥττων ἐφάνη· ὡς δὲ ἑώρα τοὺς ἑαυτοῦ ὑπὸ τὴν μάχην Σκριβωνίῳ προστιθεμένους ἀποσχόμενος σιτίων ἐτελεύτησεν βιοὺς ἔτη τρία καὶ ἐνενήκοντα· Γοαισὸς δέ, ὥς φησιν Ἰσίδωρος ὁ Χαρακηνός, ἐπὶ τῆς ἑαυτοῦ ἡλικίας Ὀμάνων τῆς ἀρωματοφόρου βασιλεύσας πεντεκαίδεκα καὶ ἑκατὸν γεγονὼς ἐτῶν ἐτελεύτησεν νόσῳ. βασιλέας μὲν οὖν τοσούτους ἱστορήκασι μακροβίους οἱ πρὸ ἡμῶν.
此外,毛鲁西亚人的国王马西尼萨活了九十载。此外,被神圣的奥古斯都宣布为博斯普鲁斯国王(以取代民族首领之职)的阿桑德,在大约九十岁时,在骑兵战和步兵战中显得不亚于任何人;当他看到自己的部下在战斗中投靠斯克里博尼乌斯时,他便绝食而死,活了九十三年。此外,据条支的伊西多尔所说,戈艾索斯在他自己的时代统治着出产香料的奥曼人,在一百一十五岁时因病去世。于是,前人所记录的长寿国王便有这么多。
ἐπεὶ δὲ καὶ φιλόσοφοι καὶ πάντες οἱ περὶ παιδείαν ἔχοντες, ἐπιμέλειάν πως καὶ οὗτοι ποιούμενοι ἑαυτῶν, εἰς μακρὸν γῆρας ἦλθον, ἀναγράψομεν καὶ τούτων τοὺς ἱστορημένους, καὶ πρώτους γε φιλοσόφους. Δημόκριτος μὲν Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. Ξενόφιλος δὲ ὁ μουσικός, ὥς φησιν Ἀριστόξενος, προσσχὼν τῇ Πυθαγόρου φιλοσοφίᾳ ὑπὲρ τὰ πέντε καὶ ἑκατὸν ἔτη Ἀθήνησιν ἐβίωσεν. Σόλων δὲ καὶ Θαλῆς καὶ Πιττακός, οἵτινες τῶν κληθέντων ἑπτὰ σοφῶν ἐγένοντο, ἑκατὸν ἕκαστος ἔζησεν ἔτη, Ζήνων δὲ ὁ τῆς Στωϊκῆς φιλοσοφίας ἀρχηγὸς ὀκτὼ καὶ ἐνενήκοντα· ὅν φασιν εἰσερχόμενον εἰς τὴν ἐκκλησίαν καὶ προσπταίσαντα ἀναφθέγξασθαι, Τί με βοᾷς; καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον. Κλεάνθης δὲ ὁ Ζήνωνος μαθητὴς καὶ διάδοχος ἐννέα καὶ ἐνενήκοντα οὗτος γεγονὼς ἔτη φῦμα ἔσχεν ἐπὶ τοῦ χείλους καὶ ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων4 προσενεγκάμενος τροφὴν καὶ πράξας περὶ ὧν ἠξίουν οἱ φίλοι, ἀποσχόμενος αὖθις τροφῆς ἐξέλιπε τὸν βίον.
既然哲学家和所有从事文化教育的人,由于他们自身也以某种方式照料自己,而达到了长期的晚年,我们也将载录其中有记载的人,并首先记载哲学家们。阿布德拉的德谟克利特在一百零四岁时因绝食而死。此外,据阿里斯托塞诺斯所说,音乐家塞诺菲洛斯潜心于毕达哥拉斯的哲学,在雅典活了一百零五岁以上。此外,属于所谓“七贤”之列的索伦、泰勒斯和庇塔科斯,各活了一百岁。此外,斯多葛学派哲学创始者芝诺活了九十八年;据说他在进入集会场所时绊了一下,便高喊道:“你为何呼唤我?”接着返回家中,绝食而结束了生命。而芝诺的学生兼继承人克雷安德斯,在九十九岁时唇部长了肿瘤,在绝食期间,由于收到一些同伴寄给他的信件,他便进食并处理了朋友们所恳求的事,随后再次绝食,离开了人世。
Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα· Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα·· Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα·· Χρύσιππος ἓν καὶ ὀγδοήκοντα· Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα·· Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεὺς τέσσαρα καὶ ὀγδοήκοντα·· Κριτόλαος ὁ Περιπατητικὸς ὑπὲρ δύο καὶ ὀγδοήκοντα·.
此外,德克西努斯之子、自然哲学家阿克劳斯的学生色诺芬尼活了九十一岁;而曾为柏拉图学生的色诺克拉底活了八十四年;新阿卡德米学派的领袖卡尔内阿德斯活了八十五年;克律西波斯活了八十一岁;底格里斯河畔塞琉西亚的斯多葛派哲学家迪奥根尼活了八十八岁;叙利亚阿帕梅亚人、在法律上属于罗德岛公民的波希多尼,他既是哲学家也是历史学家,活了八十四年;漫步学派的克里托劳斯活了八十二岁以上。
Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα. Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφʼ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατʼ ἔτος ἕκαστον ἀπονέμει ὡς ἥρωϊ. Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα· Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.
最神圣的柏拉图活了八十一岁。桑东之子、来自塔尔苏斯的斯多葛学派学者阿忒诺多鲁斯,他也曾是神圣奥古斯都凯撒的老师,借由他,塔尔苏斯城也减轻了赋税,他活了八十二岁后在故乡去世,塔尔苏斯人民每年都像对待英雄一样向他致敬。此外,来自塔尔苏斯、曾为提比略凯撒老师的斯多葛派学者内斯托尔活了九十二岁;而格里路斯之子色诺芬活了九十岁以上。
- 15ἐπὶ τῶν πατέρων τῶν ἑαυτοῦ
意为“在他自己先祖的时代”。前置词 ἐπί 连用属格表示“在……时代”。反身代词 ἑαυτοῦ 指代伊西多尔本人。
- 15καταχθείς
动词 κατάγω 的被动语态分词,在此处意为“(从流亡中)被接回”或“复辟(登基)”。
- 17ἀντὶ ἐθνάρχου βασιλεύς
前置词 ἀντί 连用属格表示“代替”,表明阿桑德被奥古斯都从“民族首领”(ethnarch)的称号提升为更高的“国王”(basileus)。
- 19ἀποκαρτερῶν ἐπελθόντων αὐτῷ παρʼ ἑταίρων τινῶν γραμμάτων
短语 ἐπελθόντων... γραμμάτων 是属格绝对结构,意为“当信件寄到时”,表示时间或原因。它与分词 ἀποκαρτερῶν(“在绝食求死期间”)连用,复杂地描绘了当时的情境。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
