- 底本
- Lucian (Pseudo). Luciani Samosatensis Opera, Vol. 3. Jacobitz, Karl, editor. Leipzig: Teuber, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0061.tlg005.humanitext-grc1:0-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
女神波达格拉叙述了她如何惩罚嘲笑她的傲慢的奥库普斯,随后展开了遭受脚痛折磨的奥库普斯、其养育者以及前来诊治的医生之间的对话。
Ὠκύπους Ποδαλειρίου καὶ Ἀστασίας υἱὸς ἐγένετο, κάλλει καὶ δυνάμει διαφέρων, γυμνασίων τε καὶ κυνηγεσίων μὴ ἀμελῶν. πολλάκις δὲ θεωρῶν τοὺς ἐχομένους ὑπὸ τῆς ἀτέγκτου Ποδάγρας κατεγέλα φάσκων μηδὲν ὅλως εἶναι τὸ πάθος. ἡ θεὸς τοίνυν ἀγανακτεῖ καὶ διὰ ποδῶν εἰστρέχει. τοῦ δ’ εὐτόνως φέροντος1 καὶ ἀρνουμένου, ὕπτιον ὅλως τίθησιν ἡ θεός. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις· ὁ δὲ χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων ποδαγρῶν, συνελεγχόντων τὸν Ὠκύπουν. τὸ δὲ δρᾶμα τῶν πάνυ ἀστείων. τὰ τοῦ δράματος πρόσωπα Ποδάγρα, Ὠκύπους, Τροφεύς, Ἰατρός, Πόνος, Ἄγγελος. προλογίζει δὲ ἡ Ποδάγρα.
奥库普斯是波达里里乌斯和阿斯塔西亚的儿子。他因美貌和力量而出众,且不懈于体育锻炼和狩猎。他经常看到那些被无情的波达格拉纠缠的人,并嘲笑他们,声称这种病痛根本不算什么。于是女神愤怒了,顺着他的双脚跑了进来。当他坚强地忍耐并否认时,女神让他完全仰面倒下。剧本的场景设在底比斯;合唱队由当地的痛风患者组成。他们驳斥奥库普斯。这出戏是非常幽默的类型。剧中的出场人物有:波达格拉、奥库普斯、养育者、医生、波诺斯、使者。由波达格拉作序幕独白。
Δεινὴ μὲν ἐν βροτοῖσι καὶ δυσώνυμος
在凡人中被称作可怕且恶名昭彰的,
Ποδάγρα κέκλημαι, δεινὸν ἀνθρώποις πάθος,
我,波达格拉,被如此称呼,这是人类可怕的病痛。
δεσμῶ δὲ νευρίνοισι τοὺς πόδας βρόχοις,
我用腱制的绳索束缚他们的双脚,
ἄρθροισιν εἰσδραμοῦσα μὴ νοουμένη.
在不被察觉的情况下跑进关节。
γελῶ δὲ τοὺς πληγέντας ὑπ’ ἐμοῦ * *
我嘲笑那些被我击中之人 * *
καὶ μὴ λέγοντας ἀτρεκῆ τῆς συμφορᾶς,
他们不愿说出不幸的真相,
ἀλλ’ εἰς ματαίαν πρόφασιν ἐξησκημένους.
却精于寻找虚假的借口。
ἅπας γὰρ αὑτὸν βουκολεῖ ψευδοστομῶν,
因为人人用谎言欺骗自己,
ὡς ἐνσεσεικὼς ἢ προκόψας ποι βάσιν
告诉朋友自己不知在何处扭伤了脚或绊了一下,
λέγει φίλοισι, μὴ φράσας τὴν αἰτίαν·
却不说明真正的因由。
ὃ μὴ λέγει γάρ, ὡς δοκῶν2 λαθεῖν τινας,
因为他试图瞒过众人而隐瞒不说的这事,
χρόνος δέ γ’ ἕρπων μηνύει, κἂν μὴ θέλῃ.
悄然流逝的时间终会将其揭露,哪怕他并不愿意。
καὶ τότε δαμασθείς, ὀνομάσας μου τοὔνομα,
到那时他被降服,呼喊着我的名字,
πᾶσιν θρίαμβος ἐμβεβάστακται φίλοις.
在所有朋友面前被当作笑柄抬了出来。
Πόνος δέ μοι συνεργός ἐστι τῶν κακῶν·
波诺斯是我的恶行帮凶;
ἐγὼ γὰρ οὐδέν εἰμι τούτου δίχα μόνη.
因为没有他,我独自一人便什么都不是。
τοῦτ’ οὖν δάκνει με καὶ φρενῶν καθάπτεται,
因此,这事刺痛了我,攫住了我的心:
ὅτι τὸν ἅπασιν αἴτιον Πόνον κακῶν
那对所有人而言都是恶之因由的波诺斯,
οὐδεὶς κακούργοις λοιδορεῖ βλασφημίαις,
竟然没有一个人用恶毒的话语去谩骂,
ἀλλὰ κατ’ ἐμοῦ πέμπουσι δυσφήμους ἀρὰς
只对我发出不祥的诅咒,
ὡς δεσμὸν ἐλπίζοντες ἐκφυγεῖν ἐμόν.
期望着以此逃脱我的束缚。
τί ταῦτα φλυαρῶ κοὐ λέγω τίνος χάριν
我为何闲扯这些,而不说我是为了什么
πάρειμι μὴ φέρουσα τὴν ἐμὴν χολήν;
带着无法克制的怒火来到这里的呢?
ὁ γὰρ δόλον γενναῖος, ὁ θρασὺς Ὠκύπους
因为那诡计多端、傲慢不羁的奥库普斯,
φρονεῖ καθ’ ἡμῶν μηδὲν εἶναί μέ τι λέγων.
贬低我们,说我什么都不是。
ἐγὼ δ’ ὑπ’ ὀργῆς ὡς γυνὴ δεδηγμένη
而我,被愤怒如妇人般刺痛,
ἀντέδακα τοῦτον ἀθεράπευτον εὐστόχως,
准确认真地咬了他,让他无法治愈,
ὡς ἦν ἔθος μοι κονδύλου ποδὸς τυχεῖν.
这正符合我击打踝骨的习惯。
ἤδη δ’ ὁ δεινὸς Πόνος ἔχει λεπτὸν τόπον
如今,可怕的波诺斯占领了那脆弱的部位,
καὶ τὴν βάσιν νυγμοῖσι τρυπᾷ τὴν κάτω.
用刺痛钻凿着他的脚底。
ὁ δ’ ὡς δρόμοισιν ἢ πάλῃ πλήξας ἴχνος
而他,却装作是在跑步或摔跤中伤了脚,
πλανᾷ γέροντα παιδαγωγὸν ἄθλιον.
欺骗着那可怜的老养育者。
καὶ κλεψίχωλον πόδα τιθεὶς ἰχνευμένον
他拖着一瘸一拐、探路般的双脚,
δύστηνος αὐτὸς ἐκ δόμων προσέρχεται.
这个不幸的人自己从屋里走了出来。
Πόθεν δ’ ὁ δεινὸς κατὰ ποδῶν οὗτος παρῆνἀτραυμάτιστος, ἄβατος, ἄστατος πόνος;
这可怕、未受外伤、难以触及、飘忽不定的痛苦,究竟是从何处缠上双脚的?
τείνει δὲ νεῦρον οἷα τοξότης ἀνὴρ
它像射手拉弓放箭一般牵引着腱,
βέλος προπέμπων καὶ στένειν βιάζεται·
强迫他发出呻吟;
τὸ τῶν πονούντων ἔσχατον στοιχεῖ χρόνῳ.
这终究是受苦者最终要走的一步。
Ἔπαιρε σαυτόν, ὦ τέκνον, καὶ κούφισον.
撑起身体,孩子,减轻你的负担。
μή πώς με πίπτων καταβάλῃς σὺ χωλὸς ὤν.
别让你这瘸子摔倒,顺带把我也带倒了。
Ἰδού, κρατῶ σε δίχα βάρους καὶ πείθομαι
看,我扶着您没有压上去,也听从您,
καὶ τὸν πονοῦντα πόδα τιθῶ καὶ καρτερῶ·
我迈着痛苦的脚,正在忍耐;
νεωτέρῳ γὰρ αἶσχος ἐν παισὶν ἀεὶ
因为对一个年轻人来说,在同辈中永远是一件耻辱:
ὑπηρέτης ἀδύνατος γογγύζων γέρων.
仆人竟是一个无力且抱怨的老人。
Μὴ μὴ σὺ ταῦτα, μωρέ, μή με κερτομει,
别,别说这些,傻孩子,别挖苦我,
μή μ’ ὡς νέος κόμπαζε, τοῦτ’ εἰδὼς ὅτι
别像个年轻人那样吹牛,要知道这一点:
ἐν ταῖς ἀνάγκαις πᾶς γέρων ἐστὶν νέος.
在危难关头,每个老人都如同年轻人。
πείθου λέγοντι· τὸ πέρας ἂν ὑποσπάσω,3
听我说:若我抽走最后的支撑,
ἔστην ὁ πρέσβυς, σὺ δ’ ὁ νέος πίπτεις χαμαί.
我这老人还能立着,你这年轻人却要倒在地上。
Σὺ δ’ ἂν σφαλῇς, πέπτωκας ἄπονος ὢν γέρων.
如果您跌倒了,您这位没有病痛的老人也会倒下。
προθυμία γὰρ ἐν γέρουσι παρέπεται,
因为热情虽然伴随着老人,
πρᾶξις δὲ τούτοις οὐκέτ’ ἐστὶν εὔτονος.
但行动对他们来说已不再强劲。
Τί μοι σοφίζῃ, κοὐ λέγεις οἵῳ τρόπῳ
你为何向我耍嘴皮子,而不说是什么原因
πόνος προσῆλθε σοῦ ποδὸς κοίλην βάσιν;
导致痛苦缠上了你脚底的凹处?
Δρόμοισιν ἀσκῶν, κοῦφον ὡς τιθῶ πόδα,
为了练习跑步,使脚步轻盈,
τρέχων ἔτεινα, καὶ συνεμμίχθην πόνῳ.
我在奔跑中拉伤了,于是痛苦缠上了我。
Πάλιν τρέχ’, ὥς τις εἶπεν, ὃς καθήμενος
“再跑一次吧”,正如那个坐着、
πώγωνα τίλλει κουριῶν ὑπ’ ὠλέναις.
扯着腋下蓬乱胡须的某人所说。
Οὐκοῦν παλαίων ὡς θέλων παρεμβολὴν
那么,是因为摔跤时想要使用
βαλεῖν ἐπλήγην. τοῦτο δὴ πίστευέ μοι.
绊技,所以受伤了。请一定要相信我这话。
Ποῖος στρατιώτης γέγονας, ἵνα παρεμβολὴν
你成了什么样的士兵,竟然为了使出
βαλὼν σὺ πληγῇς; περικυκλεῖς ψευδῆ λόγον.
绊技而受伤?你在用虚假的话打圈子。
τὸν αὐτὸν ἡμεῖς εἴχομεν λόγον ποτὲ
我们以前也曾用过同样的话,
μηδενὶ λέγοντες τὴν ἀλήθειαν φίλων.
不对任何朋友说出真相。
νῦν δ’ εἰσορᾷς ἅπαντας ἐξ.....
但现在你看到大家……
ὁ πόνος δ’ ἑλίξας ἐμμελῶς διαστρέφει.
痛苦正合拍地缠绕并扭曲着你。
Ποῖ ποῖ καθεύρω κλεινὸν Ὠκύπουν, φίλοι,
朋友们,我到哪里、到哪里才能找到那著名的奥库普斯,
τὸν πόδα πονοῦντα καὶ βάσιν παρειμένον;
那个双脚疼痛、步履瘫痪的人?
ἰατρὸς ὢν γὰρ ἔκλυον ὑπὸ φίλου τινὸς
因为我作为医生,从一位朋友那里听说
πάσχοντα δεινὰ τοῦτον ἀστάτῳ πάθει.
他正因不定的病痛遭受着可怕的折磨。
ἀλλ’ αὐτὸς οὗτος ἐγγὺς ὀμμάτων ἐμῶν
但他就近在我的眼前,
κεῖται κατ’ εὐνῆς ὕπτιος βεβλημένος.
正仰面躺在床上。
ἀσπάζομαί σε πρὸς θεῶν, καὶ σὸν πάθος
我以诸神的名义问候你,你的这病痛
τί τοῦτο; λέξον, Ὠκύπου, τάχ’, ὡς μάθω
是什么?奥库普斯,快说吧,好让我知晓。
εἰ γὰρ μάθοιμι, τυχὸν ἴσως ἰάσομαι
因为如果我能知晓,或许我也能治愈
τὸ δεινὸν ἄλγος, τοῦ πάθους τὴν συμφοράν.
这可怕的痛苦,这病症带来的灾祸。
Ὁρᾷς με, Σωτὴρ καὶ πάλιν Σωτήριχε,4
你看到我了,救主,又是索特里科斯,
σάλπιγγος αὐτῆς ὄνομ’ ἔχων Σωτήριχε,
有着小号之名的索特里科斯,
δεινὸς πόνος με τοῦ ποδὸς δάκνει κακῶς,
可怕的痛苦正剧烈地噬咬着我的脚。
- 0τοῦ δ’ εὐτόνως φέροντος
属格绝对结构,其中 "τοῦ δ’" 指代前文的 "Ὠκύπους"。它与接下来的分词 "ἀρνουμένου" 一起,表示与主句主语 "ἡ θεός" 不同的施动者。
- 11ὡς δοκῶν
主格分词 "δοκῶν" 并非与主句的语法主语 "χρόνος"(第12行)一致,而是与关系从句动词 "λέγει" 的隐含主语(隐瞒病痛的患者)一致。这是主格破格(anacoluthon)的典型例子。
- 49τὸ πέρας ἂν ὑποσπάσω
带有 "ἄν" 和虚拟语气(或将来直陈语气)的条件从句,其主句在第50行引向过去直陈语气 "ἔστην" 和现在直陈语气 "πίπτεις"。该结构在设想假定情况的同时,强调了现实中不可避免的结果。
- 78Σωτὴρ καὶ πάλιν Σωτήριχε
利用专有名词 "Σωτήριχος" 的词源(与 "σωτήρ"“救主”相关)进行的幽默双关。在第79行中它与“小号/军号”(σάλπιγξ)的联系,可能源于某种军事召集或救援信号的比喻,或是当时的谚语表达。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
