- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.arg.0
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
这是狄奥多罗斯《历史丛书》第二十卷的章节目录(概要),涵盖了地中海世界的重大事件,如阿加托克利斯的利比亚远征、继业者战争以及罗马与萨姆奈特的冲突。
τάδε ἔνεστιν ἐν τῇ εἰκοστῇ τῶν Διοδώρου βύβλων. α. ὡς1 Ἀγαθοκλῆς διαβὰς εἰς Λιβύην ἐνίκησεν παρατάξει Καρχηδονίους καὶ πολλῶν πόλεων ἐκυρίευσεν. β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο. γ. ὡς Πτολεμαῖος μὲν τῶν περὶ Κιλικίαν πόλεών τινας εἷλε, Δημήτριος δʼ ὁ Ἀντιγόνου ταύτας ἀνεκτήσατο. δ. ὡς Πολυπέρχων μὲν Ἡρακλέα τὸν ἐκ Βαρσίνης ἐπεχείρησε κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν, Πτολεμαῖος δὲ Νικοκρέοντα τὸν βασιλέα τῶν Παφίων ἐπανείλατο.2 ε. περὶ τῶν πραχθέντων ἐν μὲν τῷ Βοσπόρῳ τοῖς βασιλεῦσιν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις καὶ Σαμνίταις. ς. Πτολεμαίου στρατεία ἐπὶ Κιλικίαν καὶ τὴν ἑξῆς παραθαλάττιον. ζ. Ἡρακλέους ἀναίρεσις ὑπὸ Πολυπέρχοντος. η. Ἀμίλκου τοῦ στρατηγοῦ τῶν Καρχηδονίων ἅλωσις ὑπὸ Συρακοσίων. θ. ὡς Ἀκραγαντῖνοι τοὺς Σικελιώτας ἐλευθεροῦν ἐπεχείρησαν. ι. ὡς τῶν Συρακοσίων εἴκοσι ναῦς ἥλωσαν. ια. περὶ τῆς ἐν Λιβύῃ γενομένης στάσεως καὶ τοῦ κινδύνου τοῦ περὶ τὸν Ἀγαθοκλέα. ιβ. περὶ τῶν πραχθέντων Ἀππίῳ Κλαυδίῳ κατὰ τὴν τιμητικὴν ἀρχήν. ιγ. παράδοσις Κορίνθου καὶ Σικυῶνος Πτολεμαίῳ. ιδ. Κλεοπάτρας ἐν Σάρδεσιν ἀναίρεσις. ιε. ὡς Ἀγαθοκλῆς Καρχηδονίους μὲν ἐνίκησεν μάχῃ, τὸν δὲ δυνάστην τῆς Κυρήνης Ὀφέλλαν μεταπεμψάμενος ἐπὶ κοινοπραγίαν κατέσφαξεν, καὶ τὴν μετὰ τούτου δύναμιν παρέλαβεν. ις. ὡς Καρχηδόνιοι Βορμίλκαν ἐπιθέμενον τυραννίδι κατέλυσαν. ιζ. ὡς Ἀγαθοκλέους ἀποπέμψαντος εἰς Σικελίαν τὰ λάφυρα τινὰ τῶν πλοίων ἐναυάγησεν. ιη. ὡς Ῥωμαῖοι Μαρσοῖς μὲν πολεμουμένοις ὑπὸ Σαμνιτῶν ἐβοήθησαν, ἐν δὲ τῇ Τυρρηνίᾳ Κάπριον ἐξεπολιόρκησαν. ιθ. Δημητρίου τοῦ πολιορκητοῦ κατάπλους εἰς τὸν Πειραιᾶ καὶ τῆς Μουνυχίας ἅλωσις. κ. ἐλευθέρωσις Ἀθηναίων καὶ Μεγαρέων. κα. πλοῦς ἐπὶ Κύπρον Δημητρίου καὶ μάχη πρὸς Μενέλαον τὸν στρατηγὸν καὶ Σαλαμῖνος πολιορκία. κβ. ναυμαχία Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Δημητρίου. κγ. παράληψις Κύπρου τε πάσης καὶ τῆς Πτολεμαίου δυνάμεως. κδ. ὡς μετὰ τὴν νίκην ταύτην Ἀντιγόνου καὶ Δημητρίου περιθεμένων διάδημα ζηλοτυπήσαντες οἱ λοιποὶ δυνάσται βασιλεῖς ἑαυτοὺς ἀνηγόρευσαν. κε. ὡς Ἀγαθοκλῆς Ἰτύκην ἐκπολιορκήσας διεβίβασε μέρος τῆς δυνάμεως εἰς τὴν Σικελίαν. κς. ὡς Ἀκραγαντῖνοι παραταξάμενοι πρὸς τοὺς Ἀγαθοκλέους στρατηγοὺς ἡττήθησαν. κζ. ὡς Ἀγαθοκλῆς Ἡράκλειαν μὲν καὶ Θέρμα καὶ Κεφαλοίδιον προσηγάγετο, τὴν δὲ τῶν Ἀπολλωνιατῶν χώραν καὶ πόλιν ἐξηνδραποδίσατο. κη. ὡς Ἀγαθοκλῆς ἐν Σικελίᾳ ναυμαχίᾳ μὲν ἐνίκησε Καρχηδονίους, μάχῃ δʼ Ἀκραγαντίνους. κθ. διάβασις εἰς Λιβύην Ἀγαθοκλέους τὸ δεύτερον καὶ ἧττα. λ. αἱ γενόμεναι ταραχαὶ κατὰ τὰ ἑκατέρων στρατόπεδα. λα. Ἀγαθοκλέους δρασμὸς εἰς Σικελίαν. λβ. αἱ γενόμεναι σφαγαὶ τῶν Σικελιωτῶν ὑπὸ Ἀγαθοκλέους. λγ. στρατεία Ἀντιγόνου βασιλέως μεγάλαις δυνάμεσιν ἐπʼ Αἴγυπτον. λδ. ἀπόστασις Πασιφίλου στρατηγοῦ ἀπὸ Ἀγαθοκλέους. λε. ὡς Καρχηδόνιοι συνέθεντο τὴν εἰρήνην πρὸς Ἀγαθοκλέα. λς. ὡς Ῥόδον πολιορκήσας Δημήτριος διελύσατο τὴν πολιορκίαν. λζ. ὡς Ῥωμαῖοι Σαμνίτας δυσὶ μάχαις ἐνίκησαν. λη. ὡς Δημήτριος ἀπὸ τῆς Ῥόδου πλεύσας εἰς τὴν Ἑλλάδα τὰς πλείστας πόλεις ἠλευθέρωσεν. λθ. ὡς Ἀγαθοκλῆς Λιπαραίους χρήματα ἀδίκως εἰσπραξάμενος ἀπέβαλε τὰς ναῦς ἐν αἷς ἦν τὰ χρήματα. μ. ὡς Ῥωμαῖοι τὸ μὲν ἔθνος τῶν Αἴκλων κατεπολέμησαν, πρὸς δὲ τοὺς Σαμνίτας συνέθεντο τὴν εἰρήνην. μα. τὰ πραχθέντα Κλεωνύμῳ περὶ τὴν Ἰταλίαν. μβ. διʼ ἃς αἰτίας οἱ περὶ Κάσανδρον3 καὶ Λυσίμαχον, ἔτι δὲ Σέλευκον καὶ Πτολεμαῖον συνδραμόντες ἐνεστήσαντο τὸν πόλεμον πρὸς Ἀντίγονον. μγ. στρατεία Κασάνδρου μὲν ἐπὶ Δημήτριον εἰς Θεσσαλίαν, Λυσιμάχου δʼ εἰς τὴν Ἀσίαν. μδ. ἀπόστασις Δοκίμου καὶ Φοίνικος τῶν στρατηγῶν ἀπʼ Ἀντιγόνου. με. ὡς Ἀντίγονος ἀντιστρατοπεδεύσας Λυσιμάχῳ πολὺ προεῖχε ταῖς δυνάμεσιν. μς. ὡς Δημήτριον τὸν υἱὸν ἐκ τῆς Ἑλλάδος μετεπέμψατο. μζ. ὡς Πτολεμαῖος μὲν ἐχειρώσατο τὰς πόλεις τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ, Σέλευκος δʼ ἐκ τῶν ἄνω σατραπειῶν τὴν κατάβασιν ἐποιήσατο μέχρι Καππαδοκίας. μη. διάλυσις ἁπασῶν τῶν δυνάμεων εἰς χειμασίαν.
狄奥多罗斯书第二十卷包含以下内容: α. 阿加托克利斯渡海前往利比亚,在会战中击败迦太基人,并占领了许多城市。 β. 卡桑德拉援助奥多莱翁,并与背叛安提柯的将军托勒密结盟。 γ. 托勒密占领了基利家附近的部分城市,而安提柯之子德米特里夺回了这些城市。 δ. 波利伯孔企图扶持巴耳馨之子赫拉克勒斯继承父祖王位,而托勒密杀害了帕福斯国王尼科克勒翁。 ε. 关于博斯普鲁斯诸王,以及意大利罗马人与萨姆奈特人的事迹。 ς. 托勒密对基利家及邻近沿岸地区的远征。 ζ. 波利伯孔杀害赫拉克勒斯。 η. 叙拉古人俘获迦太基将军哈米尔卡。 θ. 阿克拉加斯人企图解放西西里希腊人。 ι. 叙拉古人的二十艘船只被俘。 ια. 关于在利比亚发生的叛乱以及阿加托克利斯所面临的危险。 ιβ. 关于阿庇乌斯·克劳狄在担任监察官期间的事迹。 ιγ. 向托勒密交出科林斯和西锡安。 ιδ. 克利奥帕特拉在萨尔迪斯被杀。 ιε. 阿加托克利斯在战斗中击败迦太基人,并召来昔兰尼统治者奥菲拉斯共同行动,随后将其杀害并接管了其军队。 ις. 迦太基人推翻了企图建立僭主统治的波米尔卡。 ιζ. 阿加托克利斯将战利品送回西西里时,部分船只遇难。 ιη. 罗马人援助受到萨姆奈特人攻击的马尔西人,并在伊特鲁里亚围攻占领了卡普里乌姆。 ιθ. “攻城者”德米特里抵达比雷埃夫斯以及慕尼基亚的陷落。 κ. 解放雅典人和麦加拉人。 κα. 德米特里航行至塞浦路斯,与将军梅内劳斯交战,并围攻萨拉米斯。 κβ. 德米特里与托勒密的海战及德米特里的胜利。 κγ. 接管整个塞浦路斯及托勒密的军队。 κδ. 在这场胜利后,安提柯与德米特里佩戴王冠,其余统治者出于嫉妒也宣布自己为王。 κε. 阿加托克利斯围攻占领乌提卡,并将部分军队运往西西里。 κς. 阿克拉加斯人列阵对抗阿加托克利斯的将军们,结果战败。 κζ. 阿加托克利斯争取了赫拉克利亚、塞尔迈和凯法莱迪翁,并将阿波罗尼亚人的领土与城市变为奴隶。 κη. 阿加托克利斯在西西里海战中击败迦太基人,在陆战中击败阿克拉加斯人。 κθ. 阿加托克利斯第二次渡海前往利比亚及战败。 λ. 双方军营中发生的混乱。 λα. 阿加托克利斯逃往西西里。 λβ. 阿加托克利斯对西西里希腊人进行的屠杀。 λγ. 安提柯国王率大军远征埃及。 λδ. 将军帕西菲拉斯背叛阿加托克利斯。 λε. 迦太基人与阿加托克利斯缔结和平协定。 λς. 德米特里围攻罗得岛,但随后解除了包围。 λζ. 罗马人在两场战斗中击败萨姆奈特人。 λη. 德米特里从罗得岛航行至希腊,解放了大部分城市。 λθ. 阿加托克利斯向利帕里人勒索钱财,但失去了装载这些钱财的船只。 μ. 罗马人征服埃魁人部落,并与萨姆奈特人缔结和平协定。 μα. 克利奥尼穆斯在意大利的事迹。 μβ. 卡桑德拉、利西马科斯以及塞琉古和托勒密一派联合对安提柯发起战争的原因。 μγ. 卡桑德拉在色萨利对德米特里的远征,以及利西马科斯对亚洲的远征。 μδ. 将军多基莫斯和菲尼克斯背叛安提柯。 με. 安提柯在利西马科斯对面扎营,在兵力上占有绝对优势。 μς. 他将儿子德米特里从希腊召回。 μζ. 托勒密征服柯里叙利亚的城市,塞琉古从上部行省南下直至卡帕多西亚。 μη. 所有军队解散前往冬营。
- 20.arg.0ὡς
在希腊语目录(章节概要)中频繁使用的 ὡς 从句,作为与前言中“包含以下内容”(τάδε ἔνεστιν)同格的名词从句发挥作用,意为“如何……”或“……之事”。
- 20.arg.0ἐπανείλατο
动词 ἐπαναιρέω(此处为中动语气不定过去时第三人称单数 ἐπανείλατο)在此处意为“(为了自身利益而)除掉、杀害”,指的是托勒密致尼科克勒翁于死地的历史事实。
- 20.arg.0οἱ περὶ Κάσανδρον
“οἱ περί + 人名宾格”这一结构在上下文中可指代“该人物本人”或“该人物及其党羽/同盟者”。此处既指卡桑德拉本人,也集合性地代表了其阵营。
