← 西西里的狄奥多罗斯

历史丛书

§20.72.1-20.72.5

阿加托克利斯的报复与叙拉古亲族大屠杀

为了报复儿子被杀,阿加托克利斯命令其弟在叙拉古无差别屠杀远征军人的所有亲属。从婴儿到老人,无数人在海边被无情处决,但人们因害怕受牵连而无人敢收尸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.72.1

ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ διʼ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι.

盖阿加托克利斯在听闻其子被杀的消息后,对所有被留在利比亚的人满怀愤怒,于是派了几位朋友前往叙拉古,见他的弟弟安坦德,命令他将所有曾与他一同远征迦太基之人的亲属全部屠杀。

§20.72.2

ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος1 ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι,2 καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθʼ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι.

随着后者迅速执行了这一命令,便发生了一场比以往任何一次都更为惨烈且形式多样的屠杀。因为他不仅将正值壮年的兄弟、父亲或儿子押解送死,甚至还带走了祖父,乃至在世的曾祖父(若他们还健在的话),这些人已是风烛残年,因岁月流逝而感官尽失;此外还有怀中抱着、对降临在自己身上的灾难毫无察觉的婴孩。所有具有姻亲或血缘关系的妇女也被带走,总之,每一个因自身受刑而会给留在利比亚的人带来痛苦的人,皆被带走。

§20.72.3

πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων ταῖς ψυχαῖς3 τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον,4 πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα5 τῆς ἐκείνων οἰκειότητος.

随着各种身份的庞大的人群被带到海边受刑,且刽子手们严阵以待,顿时哭声、哀求声和悲鸣交织成一片。一些人被无情地屠杀,另一些人则被身旁人的惨状吓得魂飞魄散,由于预料到自己的命运,他们在灵魂上与那些先死的人毫无二致。而最令人痛心的是,尽管有许多人被杀,尸体横陈在海岸上,但没有任何亲属或朋友敢于收敛其中任何一具,因为害怕这会让自己显得与死者有亲属关系而暴露身份。

§20.72.5

διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφʼ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος.

由于在浪花中被杀戮的人数众多,海水在相当宽广的区域内混合了鲜血,从而在远处便清晰地显露出这一惨剧的极度残暴。

语法注5 条
  1. 20.72.2τούτου τὸ προσταχθὲν ποιήσαντος

    独立属格结构。主语是指代前句中 Ἄντανδρον(安坦德)的代词 τούτου,分词为 ποιήσαντος(不定过去时主动),而 τὸ προσταχθὲν(被命令的事,中性单数完成时被动分词)作为其直接宾语。

  2. 20.72.2εἰ τύχοι

    使用祈愿语气(optative)的插入条件从句,直译为“如果碰巧发生”。在此处表示关于祖父(πάππους)的父亲(即曾祖父)“如果碰巧还健在”的假设条件。

  3. 20.72.3διαφερόντων ταῖς ψυχαῖς

    分词 διαφερόντων 修饰 §20.72.3 中的 ὧν δὲ(属格)。由于动词 διαφέρω(不同、区别)支配属格,它要求表示比较对象的属格 τῶν προαποθνησκόντων(先死的人)。ταῖς ψυχαῖς 是关系或方面与格(“在灵魂上”)。

  4. 20.72.4τὸ δὲ πάντων χαλεπώτατον

    置于句首的中性单数主格同格短语,对后续的整个从句或其所描述的情况起同格修饰作用,作句子副词使用,意为“最令人痛心的是”。

  5. 20.72.4φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα

    此处包含一个由表示担忧的连词 μή(担心、害怕)引导的从句(虚拟语气动词为 δόξῃ)。作为 δόξῃ(被认为)的补足不定式,προσαγγέλλειν(告发、暴露)在此具有反身含义,即“告发自己(暴露身份)”。分词 μετέχοντα 是修饰宾语 ἑαυτὸν 的谓语性分词,表示“(暴露自己)参与了/具有……关系”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.72.1-20.72.5