- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.66.1-20.66.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
迦太基军队将在夜间前来投降的利比亚人误认为是前来进攻的希腊军队,在黑暗中陷入自相残杀的恐慌,损失惨重。
τῶν μὲν γὰρ Ἀγαθοκλεῖ συντεταγμένων Λιβύων εἰς πεντακισχιλίους ἀποστάντες τῶν Ἑλλήνων νυκτὸς ηὐτομόλουν πρὸς τοὺς βαρβάρους. τούτους δὲ οἱ πρὸς τὴν κατασκοπὴν ἐκπεμφθέντες ὡς ἴδον1 ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων προσάγοντας, νομίσαντες τὴν τῶν Ἑλλήνων δύναμιν ἅπασαν διεσκευασμένην ἐπιέναι, ταχὺ τοῖς στρατιώταις ἐδήλωσαν τὴν προσιοῦσαν δύναμιν.
因为在阿加托克利斯部下部署的利比亚人中,约有五千人脱离了希腊人,在夜间向蛮族投降。那些被派出去侦察的人,一看到他们朝迦太基人的营地走来,便以为希腊人的全军已全副武装前来进攻,于是迅速向士兵们报告了有军队逼近的消息。
διαδοθέντος οὖν πρὸς ἅπαντας τοῦ λόγου θόρυβος ἐνέπιπτε καὶ προσδοκία τῆς τῶν πολεμίων ἐφόδου. ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου2 καὶ μήτε παραγγέλματος δοθέντος ὑπὸ τῶν στρατηγῶν μήτε τάξεως οὔσης μηδεμιᾶς οἱ φεύγοντες ἐνέπιπτον ἀλλήλοις· ὧν οἱ μὲν διὰ τὸ σκότος, οἱ δὲ διὰ τὴν ἔκπληξιν ἀγνοοῦντες τοὺς οἰκείους ὡς πολεμίους ἠμύνοντο.
随着这一流言在所有人中传开,顿时陷入了一片混乱,人人都在预料敌人的袭击。由于每个人都把生还的希望寄托在逃跑上,将领们没有下达任何命令,也没有任何队形,逃跑的人互相碰撞;他们中有的因为黑暗,有的因为惊恐,认不出自己人,竟把他们当作敌人来反击。
πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς ἀγνοίας ἐπικρατούσης οἱ μὲν ἐν χειρῶν νόμῳ3 διεφθάρησαν, οἱ δʼ ἐκπεπηδηκότες ἄνοπλοι καὶ τὴν φυγὴν ποιούμενοι διὰ τῶν δυσχωριῶν κατεκρημνίζοντο, τῆς ψυχῆς ἐπτοημένης διὰ τὸν ἀπροσδόκητον φόβον. τὸ δὲ τέλος πλειόνων ἢ πεντακισχιλίων ἀπολομένων τὸ λοιπὸν πλῆθος διεσώθη πρὸς τὴν Καρχηδόνα.
在发生惨重伤亡且混乱不分的情况下,有的人在肉搏战中被杀,有的人则赤手空拳地跳出来,在艰难的地形中逃跑时坠入悬崖,他们的内心因这突如其来的恐惧而极度恐慌。最终,在五千多人丧生之后,余下的民众得以安全逃回迦太基。
οἱ δʼ ἐν τῇ πόλει τότε μὲν συνεξαπατηθέντες τῇ φήμῃ τῶν ἰδίων ὑπέλαβον ἡττῆσθαι μάχῃ καὶ τῆς δυνάμεως τὸ πλεῖστον διεφθάρθαι. διόπερ ἀγωνιῶντες ἀνέῳξαν τὰς πύλας καὶ μετὰ θορύβου καὶ πτοήσεως ἐδέχοντο τοὺς στρατιώτας, φοβούμενοι μὴ τοῖς ἐσχάτοις4 οἱ πολέμιοι συνεισπέσωσιν· ἡμέρας δὲ γενομένης μαθόντες τἀληθὲς μόλις ἀπελύθησαν τῆς τῶν δεινῶν προσδοκίας.
与此同时,城里的人当时同样被这一传闻所蒙骗,以为己方已在战斗中战败,军队的大部分已被消灭。因此,他们在焦虑中打开城门,在混乱与恐慌中接纳了士兵,担心敌军会随最后尾的士兵一同冲入城内;但到了天亮,他们得知了真相,这才终于从对灾难的忧虑中解脱出来。
- 20.66.1ὡς ἴδον
伴随连词 ὡς(当……时)的第三人称复数不定过去时。ἴδον 是 εἶδον 的诗歌或伊奥尼亚方言形式,或者是希腊化时期希腊语(通用希腊语)中出现的变体。
- 20.66.2ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου
属格独立结构。其后并列了另外两个属格独立结构(μήτε παραγγέλματος δοθέντος, μήτε τάξεως οὔσης),共同表示主句动词 ἐνέπιπτον 的原因或伴随情况。
- 20.66.3ἐν χειρῶν νόμῳ
意为“肉搏战中”或“白兵战中”的惯用语。直译为“在双手的法则中”,指并非处于有序战斗状态,而是个别近距离交手厮杀。
- 20.66.4τοῖς ἐσχάτοις
带有前缀 συν- 的复合动词 συνεισπέσωσιν(一同冲入)的与格补语。此处指己方败退回来的“最后尾的士兵”,表示担心敌军会与他们混在一起冲进城门。
