← 西西里的狄奥多罗斯

历史丛书

§20.59.1-20.59.4

迦太基分兵三路与缓解包围之策

为了应对包围和粮食短缺,迦太基决定将军队分为三路派出,这成功缓解了城内的物资匮乏,并迫使敌人分散兵力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.59.1

μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας1 ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.

因此,直到此时,在利比亚的一切事情都如阿尔卡加托斯及其部下所愿。但在此之后,迦太基的元老院对战争进行了商议,议员们认为,应当组建三支军队并将其派往城外:一支前往沿海城市,一支前往内陆,另一支则前往上部地区。

§20.59.2

ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν2 τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·

因为他们认为,这样做首先可以使城市免受包围,同时也能摆脱粮食短缺;因为由于众多且各色各样的人群逃入迦太基,在生活必需品已被消耗殆尽的情况下,导致所有物资都出现了匮乏;而包围并没有带来危险,因为由于城墙和海洋带来的坚固防御,该城是无法被攻入的。

§20.59.3

ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·

其次,他们推测,如果有更多在野外活动的军队协助救援,盟友们也将更倾向于保持忠诚;而最重要的一点是,他们希望敌人也将被迫分散兵力,并被引诱到远离迦太基的地方。这所有的一切都按照他们的意图实现了。

§20.59.4

τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον3 ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες

因为随着三万士兵被派往城外,留下的商人们不仅拥有了自给自足的充足物资,而且还极其富足地享受着一切,而盟友们——他们先前因对敌人的恐惧而被逼倒向敌人——此时又重新鼓起勇气,

语法注3 条
  1. 20.59.1ποιήσαντας

    宾格阳性复数分词,与不定式“ἐκπέμψαι”(派出)的未表达主语宾格一致。尽管主句中存在与格“τοῖς συνέδροις”,但此处根据希腊语的常见句法,不定式的主语采用宾格,因此分词也采用宾格。

  2. 20.59.2ἀπαλλάξειν

    动词“ἀπαλλάσσω”的将来时主动不定式,在“ἐνόμιζον”(他们认为)之后构成间接陈述。它以“τὴν πόλιν”为宾格对象,并带有夺格性属格“τῆς πολιορκίας... τῆς σιτοδείας”表示分离。

  3. 20.59.4οὐχ οἷον

    意思是“不仅……而且……”或“非但不……反而……”的惯用表达。在“οὐχ οἷον... ἀλλʼ...”的结构中,它与后续从句呼应,强调他们不仅拥有自给自足的物资,甚至还享有极大的富足。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.59.1-20.59.4