- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.56.1-20.56.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
阿克拉加斯的将军克塞诺多科斯被阿加托克利斯的将军们击败,西西里人重获自由的希望破灭。与此同时,阿加托克利斯返回西西里,并着手重新臣服和攻占各城市。
ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος ὁ τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθʼ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων.1
在这些事情进行的同时,阿克拉加斯人的将军克塞诺多科斯在解放了许多城市、并给西西里人带来了全岛自治的巨大希望后,率军出击迎战阿加托克利斯的将军们。他的军队由一万多名步兵和将近一千名骑兵组成。
οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς ὁ Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων.
而莱普提内斯和德莫菲洛斯的手下则从叙拉古和各要塞中挑选了尽可能多的人,率领八千二百名步兵和一千二百名骑兵与面对面驻扎。于是,在一场激烈的对决发生后,克塞诺多科斯战败逃往阿克拉加斯,并损失了不下于一千五百名士兵。
οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας ἐλπίδας· Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα2 Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε3 τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων.
因此,阿克拉加斯人因遭遇这次灾难,不仅断送了他们自己最美好的计划,也断送了盟友们对自由的希望。而阿加托克利斯在战斗刚结束时,乘船抵达西西里的塞利努斯,强迫那些已经解放了自己城市的赫拉克利亚人重新屈服。接着他前往岛屿的另一侧,在争取了热尔迈人之后,由于迦太基人驻守该城,他允许他们根据协议离去。在强攻夺取凯法洛伊迪翁后,他留下莱普提内斯作为该城的管理者。他自己则穿过内陆行军,由于一些市民准备里应外合接应他,他企图在夜间潜入肯图里帕。然而,阴谋败露,守军赶来增援,他被逐出该城,损失了五百多名士兵。
μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν· τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δʼ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.
此后,由于阿波罗尼亚的一些人派人召集他并许诺背叛祖国,他来到了该城。但随着叛徒败露并受到惩罚,他在第一天进行围攻却一无所获。第二天,在经历了许多艰辛并损失了许多人之后,他好不容易攻占了该城,在屠杀了大部分阿波罗尼亚人后掠夺了他们的财产。
- 20.56.1οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων
分词 οὖσαν 为阴性单数宾格,修饰前文的 τὴν δύναμιν(军队)。其后的属格 πεζῶν 与 ἱππέων 为表示“构成要素”或“性质”的属格,意为“由……组成的(军队)”。
- 20.56.3καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα
属格 τῆς Σικελίας最自然的处理是作为修饰介词短语 εἰς Σελινοῦντα 的形容词性属格(“至西西里的塞利努斯”)。或者,也可以与动词 καταπλεύσας 结合,作为表示地点的部分属格(“乘船抵达西西里的某部分,即塞利努斯”)。
- 20.56.3ὑποσπόνδους ἀφῆκε
表语性形容词 ὑποσπόνδους(依据协定、停战协定)修饰 ἀφῆκε 省略的直接宾语(“释放他们/让他们离去”)。虽然宾语在文中省略,但其指向紧随其后的属格绝对结构 τῶν Καρχηδονίων φρουρούντων(由于迦太基人守卫)中的主体,即“迦太基守军”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
