- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.52.1-20.52.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
德米特里亲身奋战并击溃敌军右翼,而托勒密虽在局部取得优势,但在得知己方左翼崩溃后撤往基蒂翁。海战最终以德米特里的大胜告终,俘获了大量敌船和士兵,其受损的船只也得到了修复。
λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων1 οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.
然而,德米特里在自己的七层桨战船的船尾上,进行了所有人中最英勇的战斗。因为当敌军成群向他涌来时,他有的用标枪投射,有的用手中的长矛刺杀,将他们消灭;尽管有许多各种各样的飞弹向他袭来,他有的预先看见并避开,有的则用防卫的盾牌迎击。
τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.
在用盾牌保护他的三个人中,一人被标枪击中倒下,另外两人受了重伤。最终,德米特里强行压制了抵抗的敌军,并击溃了敌人的右翼,随即迫使紧邻的部队也登时逃跑。
Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν2 ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.
另一方面,托勒密身边拥有最大的船只和最精锐的士兵,轻易地击溃了部署在自己当面的敌军,在这些船中,有的被他击沉,有的则连同船员一同被俘。他从胜利中折返,本希望也轻易地制服其余的船只;然而,当他看到自己军队的左翼已经崩溃,且所有紧邻的船只都已开始逃跑,而且德米特里及其部下正以排山倒海之势压迫过来时,他便乘船退往基蒂翁。
Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.
德米特里在海战中获胜后,将战船交给了尼翁和布里科斯,命令他们追击,并捞起在海中游泳逃生的人;他自己则用船首装饰物装饰了自己的船只,并拖着被俘的船只,向着军营和自己的港口航行。
κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον. γενομένου δʼ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες3 ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα.
在海战期间,驻守萨拉米斯的将军梅内劳斯配备好了六十艘战船,派往支援托勒密,并任命梅诺伊提乌斯为海军统帅。虽然在港口入口处与封锁的船只发生了一场战斗,且城内的人强行突围,但德米特里的十艘战船逃往了陆军营地,而梅诺伊提乌斯及其部下虽已出海,却因稍微错失了时机而再次折返回萨拉米斯。
τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι· τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης4 κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν. διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.
海战落得如此结局,一百多艘运输船被俘,其中载有大约八千名士兵;在战船中,有四十艘连同船员一同被捕,约有八十艘被击毁且进满了水,获胜者们将这些船拖回了城市附近的营地。德米特里的船只也有二十艘受损;但所有这些船只在得到妥善的修护后,重新发挥了各自应有的作用。
- 20.52.1ἀθρόων γὰρ αὐτῷ περιχυθέντων
独立属格结构,分词 περιχυθέντων 的逻辑主语(如“敌军士兵”)被省略。与格 αὐτῷ 由动词 περιχέομαι(包围、涌向)支配。
- 20.52.3τῶν νεῶν
部分属格。置于句首以示强调,指代后面由关联关系代词 ἃς μὲν ... ἃς δὲ ...(有的船……,其他的船……)所分割的整体。
- 20.52.5τῶν καιρῶν μικρὸν ὑστερήσαντες
动词 ὑστερέω(落后、极度迟到)因含有比较或缺乏的含义而支配属格。此处 τῶν καιρῶν(时机、关键时刻)是其属格补足语,意为“稍微错失了时机”。
- 20.52.6ἃς πλήρεις οὔσας θαλάττης
形容词 πλήρης(装满……的)支配属格,此处接属格 θαλάττης(海水),用以形容船只进水、被海水灌满的状态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
