- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.5.1-20.5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
阿加托克勒斯突围突破了迦太基人的封锁并从叙拉古出航,成功摆脱了追击,但随后发生的日食令士兵们对未来深感焦虑。
ὡς δʼ εὐτρεπῆ πάντʼ ἦν, πληρώσας ἑξήκοντα ναῦς ἐπετήρει καιρὸν οἰκεῖον πρὸς τὸν ἔκπλουν. ἀγνοουμένης δὲ τῆς ἐπινοίας αὐτοῦ τινὲς μὲν εἰς τὴν Ἰταλίαν ὑπελάμβανον αὐτὸν στρατεύειν, τινὲς δὲ πορθήσειν τῆς Σικελίας τὴν ὑπὸ Καρχηδονίους, πάντες δὲ ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν1 καὶ τοῦ δυνάστου τὴν μανίαν κατεγίνωσκον.
一切准备就绪后,他配齐了六十艘船只的人员,窥伺着出航的适当时机。由于他的意图不为人知,有人以为他要远征意大利,也有人以为他要去掠夺迦太基人统治下的西西里地区;但所有人都对即将出航之人的安全感到绝望,并谴责这位统治者的疯狂。
ἐφορμούντων δὲ τῶν πολεμίων πολλαπλασίαις τριήρεσι τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἠνάγκαζε συνέχειν ἑαυτοὺς2 ἐν ταῖς ναυσὶ τοὺς στρατιώτας, οὐ δυναμένους ἐκπλεῦσαι· ἔπειτα δὲ σιτηγῶν πλοίων τῇ πόλει προσθεόντων οἱ μὲν Καρχηδόνιοι παντὶ τῷ στόλῳ πρὸς τὰς ναῦς ἀνήχθησαν, ὁ δʼ Ἀγαθοκλῆς ἀπελπίζων ἤδη τὴν ἐπιβολήν, ὡς ἴδεν τὸ στόμα τοῦ λιμένος ἔρημον τῶν ἐφορμούντων, ἐξέπλευσεν ὀξείαις ταῖς εἰρεσίαις χρώμενος.
由于敌人用数倍于己的三段桨船进行封锁,起初几天,他强迫士兵们留在船内,使他们无法出航;但后来,当运粮船朝城市驶来时,迦太基人便率全舰队出海迎击那些船只,而阿加托克勒斯本已对自己的企图感到绝望,一见港口空无封锁之船,便急速划桨出航。
εἶθʼ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν· ὡς δʼ ἐπʼ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν.
随后,已经接近货船的迦太基人,看到敌人的所有船只整齐地航行,起初以为他是去救援运粮船,便折返回来,整顿舰队准备海战;但当他们看到对方一直线驶过,并且在航程中遥遥领先时,便展开了追击。
ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δʼ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς3 ἀνελπίστου σωτηρίας ἔτυχεν.
就在双方互相竞争之时,那些运送物资的船只出人意料地脱离了危险,给已经面临粮食匮乏的叙拉古带来了充足的供应;而阿加托克勒斯虽然已面临被追上的危险,但随着夜幕降临,他获得了意想不到的生还机会。
τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
第二天,发生了极大的日食,以至于完全如同黑夜,到处可见星星;因此,阿加托克勒斯及其身边的人认为神意也在向他们预示不祥,对未来感到更加焦虑。
- 20.5.1ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν
动词 ἀπογινώσκω 后面接表示人的属格(τῶν ἐκπλεῖν μελλόντων)和表示事物的宾格(τὴν σωτηρίαν),意为“放弃对某人某事的希望”或“对某人(的某事)感到绝望”。
- 20.5.2ἠνάγκαζε συνέχειν ἑαυτοὺς
未完成过去时动词 ἠνάγκαζε 的主语承接上文的阿加托克勒斯。不定式 συνέχειν 的逻辑宾格主语是其后的 τοὺς στρατιώτας,反身代词 ἑαυτούς 指代这些士兵。整句表示“他强迫士兵们留在船内”。
- 20.5.4ἐπιλαβούσης τῆς νυκτὸς
动词 ἐπιλαμβάνω 在此作不及物(或中动)使用,构成属格绝对结构,表示“黑夜追赶上来”或“夜幕降临”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
