- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.25.1-20.25.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
欧墨洛斯通过慷慨援助希腊城市和扫除黑海海盗建立起极高声望,但在统治五年零五个月后,因一桩意外的马车事故不幸身亡。
Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν·1 Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας.2 οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν.
因为他一直向拜占庭人、西诺坡人以及居住在黑海沿岸的大多数其他希腊人施予恩惠;当卡兰蒂斯人受到利西马科斯的包围并因缺乏必需品而陷入困境时,他接纳了因饥荒而逃离的一千人。他不仅为他们提供了避难的安全保障,还赐予他们一座城市居住,此外,他还将名为普索阿的地区及其领土分配给他们。
ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δʼ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον.
为了保护在黑海航行的人,他向习惯于进行海盗活动的蛮族——黑尼奥希人、陶里人以及阿卡亚人——宣战,清除海上的海盗,以至于不仅在王国内,而且在几乎整个已知世界中,随着商人们四处传颂他的宽宏大量,他收获了赞美,将其作为善行的最美果实。
προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε. καθόλου δʼ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε3 τὴν τοῦ βίου τελευτήν. πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος.
他还兼并了许多邻近的蛮族土地,使他的王国远比以前更为显赫。总的来说,他企图征服黑海周边的所有民族,若不是他的生命仓促结束,他大概早就实现了这一企图。他统治了五年零五个月,因遭遇意外的变故而结束了生命。
ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος4 συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν. τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι· ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.
因为他从辛迪凯返回自己的国土,正匆忙去参加某次祭祀,乘着一辆四马马车朝王宫驶去,由于这辆车是四轮且带有车篷的,结果马匹受惊,带着他狂奔起来。由于车夫无法控制缰绳,他害怕自己会被摔进深谷,便企图跳车;然而,他的佩剑被卷入车轮,他被车轮旋转的力量拖拽,当场丧命。
- 20.25.1διετέλεσεν εὐεργετῶν
动词 διατελέω(继续)与补充分词 εὐεργετῶν 连用,表示动作的持续,意为“不断施予恩惠”。
- 20.25.1χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας
数词 χιλίους 置于带冠词的分词短语 τοὺς ... ἐκχωρήσαντας 之外,表示“接纳了因饥荒而逃离的人之中的一千人”。
- 20.25.3τάχα ἂν ἐκράτησε ... εἰ μὴ ... ἔσχε
过去虚拟条件句(与过去事实相反的假设)。主句使用 ἄν 配合直陈语气不定过去时(ἂν ἐκράτησε),从句使用 εἰ 配合直陈语气不定过去时(εἰ μὴ ... ἔσχε)。
- 20.25.4τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος
属格独立结构,用以解释主句(由无人称动词 συνέβη 引导)中动作发生的环境或原因。
