- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.112.1-20.112.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
卡桑德在收复色萨利后派遣普雷斯塔尔科斯前往亚洲,但普雷斯塔尔科斯的船队因风暴和敌军防线遭受惨重损失,普雷斯塔尔科斯本人也仅以身免。
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Κάσανδρος μετὰ τὴν ἀπαλλαγὴν τὴν Δημητρίου τὰς μὲν κατὰ τὴν Θετταλίαν πόλεις ἀνεκτήσατο, Πλείσταρχον δὲ μετὰ δυνάμεως ἐξέπεμψεν εἰς τὴν Ἀσίαν βοηθήσοντα τοῖς περὶ Λυσίμαχον. οἱ δὲ συναποσταλέντες ἦσαν πεζοὶ μὲν μύριοι δισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι.
在同一时期,卡桑德在德米特里撤离后,收复了色萨利的各城市,并派普雷斯塔尔科斯率领一支军队前往亚洲,以支援赖西马科斯一行。与他一同被派去的有步兵一万二千人,骑兵五百人。
ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατʼ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης1 τι μέρος τῆς Λυσιμάχου δυνάμεως.
当普雷斯塔尔科斯抵达蓬托斯海口时,发现该地已被敌军占领,因对渡海感到绝望,他便前往奥德索斯。该城位于阿波罗尼亚与卡兰蒂斯之间,正对着对岸的赫拉克利亚,而后者正驻扎着赖西马科斯的一部分军队。
οὐκ ἔχων δʼ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν. τὴν μὲν οὖν πρώτην ἀποστολὴν συνέβη2 διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι. κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι·
由于没有足够的船只运送士兵渡海,他将军队分成了三部分。于是,第一批派遣部队幸运地安全抵达了赫拉克利亚,但第二批却被蓬托斯海口附近的警备船俘获。在第三批渡海时,普雷斯塔尔科斯本人也一同航行,不料风暴大作,以致绝大多数船只和生命都遭毁灭。
καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα3 μόνον διεσώθησαν. ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου4 μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος. οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.
因为载着将军的六段桨战船沉没了,船上航行的不少于五百人中,仅有三十三人幸存。在这之中也包括普雷斯塔尔科斯,他紧抓着船只残骸,处于半死状态被冲上了岸。此后,他被送往赫拉克利亚,在从这次灾难中恢复了身体后,便出发前往赖西马科斯的冬营,此时他已丧失了大部分兵力。
- 20.112.2ἐχούσης
属格分词 ἐχούσης 修饰专有名词 Ἡρακλείας(作介词短语 κατʼ ἀντικρὺ 的宾语),说明赖西马科斯的一部分军队当时驻扎在赫拉克利亚。
- 20.112.3συνέβη
无人称动词 συνέβη(“发生了……”)支配带对格主语的不定式结构。此处它同时支配两个并列的结构:前半句的 τὴν μὲν οὖν πρώτην ἀποστολὴν ... διασωθῆναι 和后半句的 τὴν δὲ δευτέραν ... ἁλῶναι。
- 20.112.4τρεῖς πρὸς τοῖς τριάκοντα
表示数字“三十三”的表达方式。介词 πρός 支配与格,意为“在……之外加上”,结构为“在三十(τοῖς τριάκοντα)之上加上三(τρεῖς)”。
- 20.112.4ναυαγίου
此处为属格宾语,受动词 ἐπιλαμβάνομαι(意为“紧抓”、“抓住”)的完成时中被动分词 ἐπειλημμένος 支配。该动词在表示身体接触或抓取某物时,通常支配属格。
