- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.110.1-20.110.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
德米特里以破例的方式加入雅典秘仪后,在希腊对卡桑德展开攻势,解放了拉里萨等城市,随后与卡桑德大军形成对峙。
κατὰ δὲ τὴν Ἑλλάδα Δημήτριος διατρίβων ἐν ταῖς Ἀθήναις ἔσπευδε μυηθῆναι καὶ καταλαβεῖν τὴν ἐν Ἐλευσῖνι τελετήν. ἀπεχούσης δὲ χρόνον ἱκανὸν τῆς κατὰ νόμους ἡμέρας,1 καθʼ ἣν εἰώθεισαν Ἀθηναῖοι συντελεῖν τὴν τελετήν, ἔπεισε τὸν δῆμον διὰ τὰς εὐεργεσίας κινῆσαι τὸ πάτριον ἔθος. παραδοὺς οὖν αὑτὸν ἄνοπλον τοῖς ἱερεῦσι καὶ πρὸ τῆς ὡρισμένης ἡμέρας μυηθεὶς ἀνέζευξεν ἐκ τῶν Ἀθηνῶν.
而在希腊,德米特里正滞留在雅典,急于加入秘仪并体验在埃莱夫西斯举行的典礼。由于按照法律规定、雅典人习惯举行典礼的日子还有相当长的时间,他因自己的恩惠说服了民众改变祖宗的习惯。于是,他免冠徒手将自己托付给祭司,在规定的日子之前完成了入仪,随后从雅典拔营出发。
καὶ τὸ μὲν πρῶτον εἰς Χαλκίδα τῆς Εὐβοίας ἤθροισε τὸν στόλον καὶ τὴν πεζὴν δύναμιν· μετὰ δὲ ταῦτα πυθόμενος τοὺς περὶ Κάσανδρον προκατειλῆφθαι τὰς παρόδους, πεζῇ μὲν ἀπέγνω τὴν εἰς Θετταλίαν ποιεῖσθαι πορείαν, παραπλεύσας δὲ μετὰ τῆς δυνάμεως εἰς τὸν ἐν Λαρίσῃ λιμένα2 καὶ τὴν δύναμιν ἐκβιβάσας τὴν μὲν πόλιν ἐξ ἐφόδου παρέλαβε, τὴν δʼ ἄκραν ἐκπολιορκήσας τοὺς μὲν φρουροὺς δήσας παρέδωκεν εἰς φυλακήν, τοῖς δὲ Λαρισαίοις τὴν αὐτονομίαν ἀποκατέστησεν.
起初他在优波亚的哈尔基斯集结了舰队和陆军;但在此之后,得知卡桑德的人马已预先占领了通道,他便放弃了通过陆路前往色萨利的行军,而是率军沿海航行至拉里萨的港口,并在登陆军队后通过强攻占领了该城。在通过围困攻克城堡后,他将守军捆绑并关入监狱,同时恢复了拉里萨人的自治权。
μετὰ δὲ ταῦτα Ἀντρῶνας μὲν καὶ Πτελεὸν προσηγάγετο, Δίον δὲ καὶ Ὀρχομενὸν μετοικίζοντος εἰς Θήβας Κασάνδρου διεκώλυσε μετοικισθῆναι τὰς πόλεις.3 Κάσανδρος δὲ θεωρῶν τὰ πράγματα τῷ Δημητρίῳ κατὰ νοῦν χωροῦντα Φερὰς μὲν καὶ Θήβας ἁδροτέραις φρουραῖς παρεφύλαττε, τὴν δὲ δύναμιν πᾶσαν εἰς ἕνα τόπον ἀθροίσας ἀντεστρατοπέδευσε τοῖς περὶ τὸν Δημήτριον.
此后,他争取到了安特罗内斯和普特莱翁的归顺,并且在卡桑德企图将迪翁和奥尔科梅努斯的人口迁移到底比斯时,阻止了这些城市被搬迁。卡桑德看到局势正如德米特里所期望的那样发展,便用更强大的守军防守着费赖和底比斯,同时将军队全部集结于一处,在德米特里的人马对面驻扎下来。
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν εἰς δισμυρίους ἐννακισχιλίους, ἱππεῖς δὲ δισχιλίους. τῷ δὲ Δημητρίῳ συνηκολούθουν ἱππεῖς μὲν χίλιοι καὶ πεντακόσιοι, πεζοὶ δὲ Μακεδόνες οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, μισθοφόροι δʼ εἰς μυρίους καὶ πεντακισχιλίους, ἐκ δὲ τῶν κατὰ τὴν Ἑλλάδα πόλεων δισμύριοι καὶ πεντακισχίλιοι, ψιλικὰ δὲ τάγματα καὶ πειρατῶν παντοδαπῶν τῶν συντρεχόντων ἐπὶ τοὺς πολέμους καὶ τὰς ἁρπαγὰς οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, ὥστʼ εἶναι τοὺς ἅπαντας πεζοὺς περὶ τοὺς πεντακισμυρίους ἑξακισχιλίους.
他的步兵总数约为二万九千,骑兵二千。而随同德米特里的有骑兵一千五百,马其顿步兵不少于八千,雇佣兵约一万五千,来自希腊各城市的步兵二万五千,以及为战争和掠夺而聚集的各类轻装部队和海盗不少于八千,因此他的步兵总数约为五万六千。
ἀντικαθημένων δὲ τῶν στρατοπέδων ἀλλήλοις ἐπὶ πολλὰς ἡμέρας ἐκτάξεις μὲν ἐγίνοντο παρʼ ἀμφοτέροις, εἰς μάχην δὲ οὐδέτερος συγκατέβαινε, καραδοκῶν τὴν ἐπὶ τῆς Ἀσίας ἐσομένην τῶν ὅλων κρίσιν.
两军虽对峙多日,双方也曾摆开阵势,但由于都在观望即将在亚洲发生的大局决战,谁也没有出阵交战。
Δημήτριος δέ, τῶν Φεραίων ἐπικαλεσαμένων αὐτόν, παρεισπεσὼν εἰς τὴν πόλιν μετὰ μέρους τῆς δυνάμεως τὴν μὲν ἄκραν ἐκπολιορκήσας ὑποσπόνδους ἀφῆκε τοὺς παρὰ Κασάνδρου στρατιώτας, τοῖς δὲ Φεραίοις τὴν ἐλευθερίαν ἀποκατέστησεν.
然而,德米特里应费赖人的邀请,率领一部分军队潜入该城,在通过围困攻克城堡后,根据条约释放了卡桑德派出的士兵,并恢复了费赖人的自由。
- 20.110.1ἀπεχούσης δὲ χρόνον ἱκανὸν τῆς κατὰ νόμους ἡμέρας
由现在分词 ἀπεχούσης 和名词短语 τῆς κατὰ νόμους ἡμέρας 构成的属格独立结构,在此表示原因(“由于符合法律规定的日子还有相当长的时间”)。宾格 χρόνον ἱκανὸν 表示时间的跨度或距离。介词短语 κατὰ νόμους 起到形容词性质的修饰作用(“合乎法律的”)。
- 20.110.2τὸν ἐν Λαρίσῃ λιμένα
指“拉里萨的港口”,这里是指位于马利亚湾畔的克雷马斯泰拉里萨(Larisa Kremaste),而非著名的色萨利内陆城市拉里萨。介词短语 ἐν Λαρίσῃ 处于定语位置,即介于冠词 τὸν 和名词 λιμένα 之间。
- 20.110.3Δίον δὲ καὶ Ὀρχομενὸν μετοικίζοντος εἰς Θήβας Κασάνδρου διεκώλυσε μετοικισθῆναι τὰς πόλεις
前半部分 μετοικίζοντος εἰς Θήβας Κασάνδρου 为属格独立结构,表明德米特里采取阻止行动时的“时间或背景”。主句动词 διεκώλυσε 带有以宾格 τὰς πόλεις(指代迪翁和奥尔科梅努斯)为主语的被动不定式 μετοικισθῆναι 作为其宾语,意为“他阻止了这些城市被强制搬迁”。
