- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.108.1-20.108.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
听闻敌人入侵亚洲的消息后,安提柯取消了计划中的竞技会,并迅速从叙利亚北上以重新控制叛乱地区。与此同时,利西马科斯等人为了等待塞琉古的援军而筑起坚固的营垒,但在安提柯威胁到其补给线后被迫退守多里莱翁。
Ἀντίγονος δὲ προκεχειρισμένος1 ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
安提柯原计划在安提戈尼亚举行盛大的竞技会和节日庆典,并以丰厚的奖品和酬金,从四面八方召集了最著名的竞技者和艺术家。然而,当他听说利西马科斯渡海以及将领们叛变的消息后,他取消了竞技会,并向这些竞技者和艺术家支付了不下于两百塔兰同的酬金。
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων2 ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.
他自己则亲率大军,从叙利亚出发,强行军奔向敌人。抵达基利家的塔尔苏斯后,他用从昆达运下来的资金,给军队发放了三个月的薪饷。
χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.
除此以外,他随军携带了三千塔兰同,以便在需要资金时拥有这样的储备。随后,他越过托罗斯山脉,向卡帕多西亚推进,并巡视了在上弗里吉亚和吕考尼亚一带叛变的人,使他们重新回到了先前的同盟关系中。
καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη3 τοῖς ἐπιφερομένοις κινδύνοις.
就在此时,利西马科斯及其部属得知了敌人的到来,召开了会议,商讨如何应对迫在眉睫的危险。
ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον. οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν. ὁ δʼ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην.
因此,他们决定在塞琉古及其军队从上部行省下来之前绝不迎战,而是占领险要地势,用栅栏和战壕加固营地,以此等待敌人的进攻。于是,他们急忙付诸实施所作出的决定。而安提柯在接近敌人后,整列好军队,向他们挑战。
οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης4 ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·
由于无人敢于出战,安提柯便亲自占领了若干隘口,这些地方是敌人运送粮食的必经之路。利西马科斯及其部属害怕一旦粮道被切断就会落入敌手,于是在夜间撤退,连续行军四百斯塔迪翁,在多里莱翁附近驻扎下来。
εἶχε γὰρ τὸ χωρίον σίτου τε καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.
因为该地拥有丰富的粮食和其他物资,且有一条河流经其旁,能给在其附近驻军的人提供安全保障。他们构筑营垒,用深沟和三重栅栏加固了营地。
- 20.108.1προκεχειρισμένος
动词 προχειρίζομαι(预先准备、决定)的完成时态中间语态分词,表示在听到利西马科斯入侵的消息之前,安提柯已经完成了竞技会的筹备工作,或已下定决心举行。
- 20.108.2ἐξ ὧν κατεκόμισε χρημάτων
关系代词的吸引(同化)现象。先行词 χρημάτων 被拉入关系从句中,并与关系代词 ὧν 的格保持一致。非同化的原本结构应为 ἐκ τῶν χρημάτων ἃ κατεκόμισε(从他运下来的资金中)。
- 20.108.4πῶς χρηστέον εἴη
形容词性动词(-τέος 结尾)的无人称结构(中性单数),在由过去时主部动词 συνήδρευον 引导的间接疑问句中,使用了祈愿语态 εἴη。与格短语 τοῖς ἐπιφερομένοις κινδύνοις. 是由动词 χράομαι(应对、使用)所要求的。
- 20.108.6τῆς ἀγορᾶς ἀποκοπείσης
表示原因或条件的属格绝对结构。这里的 ἀγορά 并非指市集,而是指军事上的“粮食供应”或“补给市场”。
