← 西西里的狄奥多罗斯

历史丛书

§20.102.1-20.102.4

德米特里乌斯攻占西库翁与重建城市

德米特里乌斯致力于解放希腊,夜袭并占领了西库翁,协助居民将城市迁至安全的卫城重建,因此获得了神般的荣誉,该城也被命名为德米特里亚斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.102.1

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο1 τὸν Κάσανδρον.

一年过去后,在雅典由莱奥斯特拉托斯担任执政官,而在罗马则由塞尔维乌斯·科尔内利乌斯和卢基乌斯·格努基乌斯担任执政官。在他们任职期间,德米特里乌斯意图与卡萨德罗一派彻底交战,解放希腊人,并首先处理希腊的事务。这一方面是因为他认为希腊人的自主将给他带来巨大的名声,另一方面也是因为他打算先击败卡萨德罗手下由普雷佩劳斯率领的将领,并在向卡萨德罗本人进军之前,先进逼其统治权本身。

§20.102.2

τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς τοῦ τείχους. εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε. μέλλοντος δʼ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν διʼ ὁμολογίας παρέδοσαν, αὐτοὶ δʼ ἀπέπλευσαν εἰς Αἴγυπτον. ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας2 καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι·

由于西库翁人的城市由国王托勒密的士兵把守,其中最著名的将领是菲利普斯,德米特里乌斯在夜间出其不意地发起攻击,闯入了城墙内部。随后守军退守到卫城,而德米特里乌斯控制了城市,并占领了民房与卫城之间的区域。当他正准备推上攻城器械时,守军大为惊恐,通过协议交出了卫城,他们自己则乘船前往埃及。德米特里乌斯将西库翁人迁移到卫城,并拆毁了城市中与港口相连的部分,因为该地完全没有防备;同时,他协助市民大众进行重建,并恢复了他们的自由,从而在那些受益者中获得了神一般的荣誉。

§20.102.3

Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δʼ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατʼ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ. ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς3 ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐνοικοῦντες.

因为他们将这座城市命名为德米特里亚斯,并投票通过每年为他举行祭祀和节日,乃至竞技会,并像对待建国者一样授予他其他的荣誉。然而,这些荣誉随着时间的流逝和局势的变迁而被废除,但西库翁人获得了一个好得多的地方,并一直居住在那里,直到我们这个时代。

§20.102.4

ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.

因为卫城的范围平坦而宽广,四周环绕着难以接近的悬崖,以至于任何地方都无法推上攻城器械;那里还有充足的水源,他们由此开辟了丰富的菜园,因此国王的这一构想,无论是在和平时期的享受方面,还是在战争时期的安全方面,似乎都极具远见。

语法注3 条
  1. 20.102.1πρότερον συντρῖψαι ... ἢ ἐπʼ αὐτὸν πορεύοιτο

    连词 ἤ 与前文的副词 πρότερον 呼应,意为“在……之前”。 πορεύοιτο 是承接主句过去时态 εἶχε 的斜体祈愿语气(optative in secondary sequence),代表在直接引语中原本应为直陈或虚拟语气的从句谓语。

  2. 20.102.2τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας

    动词 συνεπιλαμβάνομαι 具有接与格和属格的双重支配,意为“在某事(属格)上帮助某人(与格)”。在此处指在重建工作(τῆς οἰκοδομίας,属格)中协助市民大众(τῷ ... πλήθει,与格)。

  3. 20.102.3ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς

    被动过去分词 διαληφθείς(源自 διαλαμβάνω)意为“被分隔”、“被中断”。在此处,它表达了时间的流逝被随后发生的局势变迁(πραγμάτων μεταβολαῖς)所穿插或中断的含义。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-10-12)
  • 2026-10-12 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.102.1-20.102.4