← 西西里的狄奥多罗斯

历史丛书

§19.97.1-19.97.6

纳巴泰人的抵抗与德米特里的撤军

察觉到德米特里的进军后,纳巴泰人坚守防线并退入荒野。在对峙中,纳巴泰人代表阐述了他们独特而艰苦的生活方式,提议和解,德米特里最终接受礼物并同意撤军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.97.1

ἔσπευδε λαθεῖν τοὺς βαρβάρους, οἱ δὲ σκοποὶ κατανοήσαντες πολεμίαν δύναμιν εἰσβεβληκυῖαν ἐσήμηναν τοῖς Ναβαταίοις διὰ τῶν συγκειμένων πυρσῶν· διόπερ οἱ βάρβαροι νομίσαντες συντόμως ἥκειν τοὺς Ἕλληνας, εἰς μὲν τὴν πέτραν ἀπέθεντο τὰς ἀποσκευὰς καὶ φυλακὴν τὴν ἱκανὴν ἐπέστησαν, οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου,1 αὐτοὶ δὲ διελόμενοι τὴν λείαν ἄλλοι κατʼ ἄλλους τόπους ἀπήλαυνον εἰς τὴν ἔρημον.

他急于避开蛮族的耳目,但岗哨察觉到敌军入侵,便通过约定的烽火向纳巴泰人发出了信号。因此,蛮族人认为希腊人很快就会到达,便把行装存放在“岩石”中,并派驻了足够的守卫,因为那里只有一条人工修筑的通道;他们自己则分了战利品,各自散去,隐入荒野。

§19.97.2

Δημήτριος δὲ παραγενόμενος εἰς τὴν πέτραν καὶ τὴν λείαν καταλαβὼν ἀπηλλαγμένην προσβολὰς συνεχεῖς ἐποιεῖτο τῷ χωρίῳ. ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως καὶ περιγιγνομένων ῥᾳδίως διὰ τὴν ὑπεροχὴν τῶν τόπων τότε μὲν μέχρι δείλης ἀγωνισάμενος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας·

德米特里到达“岩石”时,发现战利品已被转移,便对该地发动了连续的进攻。但由于里面的守军顽强抵抗,且凭借地势之便轻易占据上风,他当时只战斗到傍晚,便用军号召回了士兵。

§19.97.3

τῇ δʼ ὑστεραίᾳ προσαγαγόντος αὐτοῦ τῇ πέτρᾳ τῶν βαρβάρων τις ἀνεβόησεν “βασιλεῦ Δημήτριε, τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος2 πολεμεῖς ἡμᾶς, οἰκοῦντας ἐν ἐρημίᾳ καὶ τόποις οὔθʼ ὕδωρ ἔχουσιν οὔτε σῖτον οὔτε οἶνον οὔτʼ ἄλλο τι ἁπλῶς οὐδὲν τῶν παρʼ ὑμῖν εἰς τὴν χρείαν ἀνηκόντων;

第二天,当他率军逼近“岩石”时,蛮族中有人大声喊道:“德米特里国王,你究竟是出于什么意图,或者是受了谁的强迫,要向我们开战?我们居住在荒野和既无水又无粮、无酒也绝无任何你们日常所需之物的土地上。

§19.97.4

ἡμεῖς γὰρ οὐδενὶ τρόπῳ προσιέμενοι δουλεύειν συμπεφεύγαμεν εἰς χώραν σπανίζουσαν πάντων τῶν ἐν τοῖς ἄλλοις χρησίμων καὶ βίον εἱλόμεθα ζῆν ἔρημον καὶ θηριώδη παντελῶς, οὐδὲν ὑμᾶς βλάπτοντες. ἀξιοῦμεν οὖν καὶ σὲ καὶ τὸν πατέρα μὴ ἀδικεῖν ἡμᾶς, ἀλλὰ λαβόντας δωρεὰς παρʼ ἡμῶν ἀπαγαγεῖν τὸ στρατόπεδον καὶ φίλους νομίζειν Ναβαταίους εἰς τὸν λοιπὸν χρόνον.

因为我们绝不接受奴役,一同逃到了这片缺乏其他地方一切有用之物的土地,并选择过着完全荒凉和野兽般的生活,未对你们造成任何伤害。因此,我们请求你和你的父亲不要侵犯我们,而是接受我们的礼物并撤走军队,在今后的日子里将纳巴泰人视为朋友。

§19.97.5

οὔτε γὰρ βουλόμενος δύνασαι μένειν ἐνταῦθα πλείους ἡμέρας, ἀπορούμενος ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων, οὔθʼ ἡμᾶς δύνασαι συναναγκάσαι βίον ζῆν ἕτερον, ἀλλά τινας αἰχμαλώτους ἕξεις δούλους ἀθύμους καὶ ζῆν οὐκ ἂν ὑπομείναντας3 ἐν ἄλλοις νομίμοις.” ῥηθέντων δὲ τοιούτων λόγων Δημήτριος μὲν ἀπαγαγὼν τὴν στρατιὰν ἐκέλευσεν αὐτοὺς πρέσβεις ἀποστέλλειν περὶ τούτων· οἱ δὲ Ἄραβες ἐξέπεμψαν τοὺς πρεσβυτάτους, οἳ παραπλήσια τοῖς προειρημένοις διελθόντες ἔπεισαν δεξάμενον δῶρα τὰ πολυτελέστατα τῶν παρʼ αὐτοῖς διαλύσασθαι.

因为即使你愿意,由于缺乏水和所有其他必需品,你也不能在这里停留更多日子,你也不能强迫我们过另一种生活;你顶多只能得到一些俘虏作为沮丧的奴隶,他们是绝不能忍受活在其他法律之下的。”在这番话之后,德米特里撤回了军队,并让对方就这些事务派遣使者。阿拉伯人便派出了他们最年长的人,这些人陈述了与前述相似的论点,说服了德米特里接受他们最贵重的礼物并达成和解。

语法注3 条
  1. 19.97.1οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου

    独立属格结构,在此表示原因(“因为只有……”)。

  2. 19.97.3τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος

    τί βουλόμενος 是使用分词的习惯表达,意为“意欲何为”或“出于什么意图”。τίνος ἀναγκάζοντος 是独立属格,意为“受谁强迫”。

  3. 19.97.5οὐκ ἂν ὑπομείναντας

    带有 ἄν 的定语从属分词,表示潜在性,相当于条件句的结论部分(“将无法忍受的人”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.97.1-19.97.6