← 西西里的狄奥多罗斯

历史丛书

§19.65.1-19.65.7

阿加托克利斯进攻美塞尼与罗马对萨姆奈特人的战役

在西西里,叙拉古僭主阿加托克利斯试图夺取美塞尼但失败,经迦太基调停达成和平;在意大利,罗马人在萨姆奈特战争中攻占费伦图姆,而努凯里亚则背弃罗马转而与萨姆奈特人结盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.65.1

ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα τῶν Ἑλλήνων1 τῆς Εὐρώπης περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν μέρει διέξιμεν περὶ τῶν πρὸς ἑσπέραν νευόντων μερῶν. Ἀγαθοκλῆς γὰρ ὁ τῶν Συρακοσίων δυνάστης κατέχων φρούριον τῶν Μεσσηνίων ἐπηγγείλατο λαβὼν παρʼ αὐτῶν τριάκοντα τάλαντα παραδώσειν τὸν τόπον.

我们既然已经叙述了欧洲希腊人中关于希腊和马其顿周边所发生的事迹,现在便轮到叙述那些偏向西方的地区。因为叙拉古的统治者阿加托克利斯占领了美塞尼人的一座堡垒,承诺若能从他们那里得到三十塔兰同,就会移交该地。

§19.65.2

δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας,2 ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι. πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ3 μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δʼ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως.

然而,尽管美塞尼人付了这笔钱,他不仅欺骗了那些相信他承诺的人,而且还企图占领美塞尼城本身。因为他得知城内有一部分城墙倒塌,便派遣骑兵从叙拉古由陆路出发,而他自己则率领半快船于夜间驶至该城附近。

§19.65.3

προαισθομένων δὲ τῶν ἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον διʼ ὁμολογίας παρέλαβε. καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην.

但由于被密谋对付的人们预先发觉,他的这次尝试失败了;不过他航行到米莱并包围了该堡垒,通过协定将其占领。当时他退回了叙拉古,但在收获庄稼的季节,他又再次向美塞尼发动了远征。

§19.65.4

πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους· καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο.

他在该城附近安营扎寨,并进行连续的进攻,却未能对敌人造成重大伤害;因为许多来自叙拉古的流亡者都聚集在城内,他们为了自身的安全,也因为对僭主的仇恨,而极力奋战。

§19.65.5

καθʼ ὃν δὴ χρόνον ἧκον ἐκ Καρχηδόνος πρέσβεις, οἳ τῷ μὲν Ἀγαθοκλεῖ περὶ τῶν πραχθέντων ἐπετίμησαν ὡς παραβαίνοντι τὰς συνθήκας, τοῖς δὲ Μεσσηνίοις εἰρήνην παρεσκεύασαν καὶ τὸ φρούριον ἀναγκάσαντες ἀποκαταστῆσαι τὸν τύραννον ἀπέπλευσαν εἰς τὴν Λιβύην.

正当此时,迦太基的使节到来,他们一方面指责阿加托克利斯的所作所为违反了协定,另一方面为美塞尼人争取了和平,并在迫使僭主归还堡垒后,启程驶回利比亚。

§19.65.6

ὁ δʼ Ἀγαθοκλῆς παρελθὼν εἰς Ἀβάκαινον πόλιν σύμμαχον, τοὺς δοκοῦντας ἀλλοτρίως ἔχειν4 τὰ πρὸς αὐτὸν ἀπέσφαξεν, ὄντας πλείους τῶν τεσσαράκοντα.

而阿加托克利斯前往同盟城市阿巴凯农,将那些被认为对他怀有敌意的人全部屠杀,人数有四十多。

§19.65.7

ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν διαπολεμοῦντες Σαμνίταις Φερέντην, πόλιν τῆς Ἀπουλίας, κατὰ κράτος εἷλον. οἱ δὲ τὴν Νουκερίαν τὴν Ἀλφατέρναν καλουμένην οἰκοῦντες πεισθέντες ὑπό τινων τῆς μὲν Ῥωμαίων φιλίας ἀπέστησαν, πρὸς δὲ τοὺς Σαμνίατας συμμαχίαν ἐποιήσαντο.

在这些事情进行的同时,正与萨姆奈特人交战的罗马人,用武力攻占了普利亚的城市费伦图姆。而居住在被称为阿尔法特纳的努凯里亚的居民,受某些人的说服,背弃了与罗马人的友谊,与萨姆奈特人结成了同盟。

语法注4 条
  1. 19.65.1τῶν Ἑλλήνων

    属格 τῶν Ἑλλήνων 与短语 τῆς Εὐρώπης 结合,意为“欧洲的希腊人”,在句中作为动作的主体(与 τὰ πραχθέντα 构成的发动者属格)或限定该群体的部分属格。

  2. 19.65.2τῆς ἐπαγγελίας

    动词 διεψεύσατο(欺骗、使失望)的直接宾语是宾格的 τοὺς πιστεύσαντας(相信的人),而属格 τῆς ἐπαγγελίας 则依附于该动词,作为表示“关于承诺”的关联或夺格性属格。尽管它在理论上也可以被解释为分词 πιστεύσαντας 的宾语,但由于后者通常支配与格,因此将其与主句动词联系起来更为自然。

  3. 19.65.2πεζῇ

    通常意为“步行”的副词 πεζῇ 在此处与“骑兵”(τοὺς ἱππεῖς)连用。这是一种对比性表达,用以表明他们是“走陆路”前进,以对比阿加托克利斯本人乘船(ναῦς)走海路。

  4. 19.65.6ἀλλοτρίως ἔχειν

    惯用语 ἀλλοτρίως ἔχειν(持敌对态度)伴随着关系/尊重宾格的 τὰ πρὸς αὐτόν(关于他的事),合起来表示“对他怀有敌意”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.65.1-19.65.7