← 西西里的狄奥多罗斯

历史丛书

§19.43.1-19.43.9

银盾兵的胜利与欧墨奈斯被叛徒引渡

尽管银盾兵在步兵战中取得了压倒性胜利,但由于培乌克斯塔斯的不配合以及辎重被夺,欧墨奈斯陷入困境,最终被部下马其顿人背叛并移交给安提柯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.43.1

τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ1 διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν. ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνισάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθʼ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα,2 τῶν δʼ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους.

在步兵中,银盾兵结成紧密阵型,更加猛烈地向对峙的敌人发起冲锋,在白兵战中歼灭了敌军一部分,并逼退了其余的人。他们势不可挡,与敌人的整个方阵展开搏斗,在战斗技巧和力量上如此占优,以至于自己一方未失一人,却斩杀敌军五千多人,并使人数多其数倍的敌军步兵全线溃退。

§19.43.2

Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δʼ ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον· ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι.

欧墨奈斯得知辎重已被夺去,且培乌克斯塔斯率领的骑兵就在不远处,便试图召集所有人,再次与安提柯进行骑兵战;因为他希望如果能在战斗中获胜,不仅能保全自己的辎重,还能夺取敌人的辎重。

§19.43.3

τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ.

然而,培乌克斯塔斯身边的人并不听从,反而向更远处的某个地方退却,同时夜幕降临,他被迫屈从于眼前的局势。

§19.43.4

Ἀντίγονος δὲ τοὺς ἱππεῖς εἰς δύο μέρη διελόμενος τοὺς μὲν αὐτὸς ἔχων ἐφήδρευε τοῖς περὶ τὸν Εὐμενῆ, τὴν ὁρμὴν αὐτῶν ἀποθεωρῶν, τοὺς δʼ ἄλλους παραδοὺς Πίθωνι προσέταξεν ἐπιθέσθαι τοῖς ἀργυράσπισι μεμονωμένοις τῆς τῶν ἱππέων βοηθείας.

安提柯将骑兵分为两部分,自己率领一部分牵制欧墨奈斯身边的人,注视着他们的动向,而将另一部分交给庇松,命令他去攻击失去骑兵支援而处于孤立状态的银盾兵。

§19.43.5

ταχὺ δʼ αὐτοῦ τὸ προσταχθὲν συντελοῦντος οἱ Μακεδόνες εἰς πλινθίον ἑαυτοὺς ποιήσαντες ἀσφαλῶς ἀπεχώρησαν ἐπὶ τὸν ποταμὸν καὶ τῶν περὶ τὸν Πευκέστην κατηγόρουν ὡς αἰτίων γεγενημένων τῆς τῶν ἱππέων ἥττης. καταντησάντων δὲ καὶ τῶν περὶ τὸν Εὐμενῆ περὶ λύχνων ἁφὰς3 συνελθόντες ἐβουλεύοντο τί χρὴ πράττειν.

当庇松迅速执行命令时,马其顿人结成方阵安全地退却到河边,并指责培乌克斯塔斯身边的人是骑兵战败的罪魁祸首。欧墨奈斯身边的人也在掌灯时分赶到,他们聚集在一起,商讨应当如何应对。

§19.43.6

οἱ μὲν οὖν σατράπαι τὴν ταχίστην ἔφησαν δεῖν ἀποχωρεῖν εἰς τὰς ἄνω σατραπείας, ὁ δʼ Εὐμενὴς ἀπεφαίνετο μένειν καὶ διαγωνίζεσθαι, τῆς μὲν τῶν ἐναντίων φάλαγγος συντετριμμένης, τῆς δὲ τῶν ἱππέων δυνάμεως ἐφαμίλλου παρʼ ἀμφοτέροις οὔσης.

于是,总督们主张应当尽快退往内陆各行省,但欧墨奈斯则表示应当留下来继续战斗,因为敌人的步兵方阵已被摧毁,而双方的骑兵力量旗鼓相当。

§19.43.7

οἱ δὲ Μακεδόνες οὐδετέροις ἔφασαν ὑπακούσεσθαι, τῆς ἀποσκευῆς αὐτῶν ἡλωκυίας καὶ παρὰ τοῖς πολεμίοις ὄντων τέκνων καὶ γυναικῶν καὶ πολλῶν ἄλλων ἀναγκαίων σωμάτων.4

但马其顿人表示他们谁也不听从,因为他们的辎重已被夺去,孩子、妻子以及许多其他不可或缺的亲人都在敌人手中。

§19.43.8

τότε μὲν οὖν διελύθησαν οὐδεμίαν συμπεφωνημένην γνώμην βεβαιώσαντες· μετὰ δὲ ταῦθʼ οἱ Μακεδόνες λάθρᾳ διαπρεσβευσάμενοι πρὸς Ἀντίγονον τὸν μὲν Εὐμενῆ συναρπάσαντες παρέδωκαν, τὰς δʼ ἀποσκευὰς κομισάμενοι καὶ πίστεις λαβόντες κατετάχθησαν εἰς τὸ στρατόπεδον.

当时他们便散去了,没有确立任何达成的共识;但在此之后,马其顿人暗中向安提柯派遣使节,将欧墨奈斯逮捕并交了出去,在领回辎重并获得保障后,被收编进入了安提柯的军营。

§19.43.9

τὸ παραπλήσιον δʼ οἵ τε σατράπαι καὶ τῶν ἄλλων ἡγεμόνων τε καὶ στρατιωτῶν οἱ πλεῖστοι, τὸν στρατηγὸν ἐγκαταλιπόντες, τῆς ἰδίας ἀσφαλείας μόνον ἐφρόντισαν.

同样,各省总督以及其他大多数将领和士兵也都遗弃了他们的统帅,只顾及自身的安全。

语法注4 条
  1. 19.43.1ἐν χειρῶν νόμῳ

    意为“白兵战”或“按战争惯例(无情戮杀)”的惯用表达,此处指银盾兵在近身交战中无情地消灭敌人。

  2. 19.43.1ὥσθʼ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα

    由 ὥστε(结果)引导的不定式结构。部分属格 ἑαυτῶν 作为不定式 ἀποβαλεῖν(失去、牺牲)的主语部分,意为“以至于他们自己人中未失一人”。

  3. 19.43.5περὶ λύχνων ἁφὰς

    意为“掌灯时分”的时间表达,指黄昏或刚日落后的时刻。

  4. 19.43.7ἀναγκαίων σωμάτων

    名词 σώματα(字面意为“肉体”)在此转指“人身、家属”,与形容词 ἀναγκαῖος(必要的、亲近的、血亲的)连用,意为“不可或缺的家眷”或“至亲之人”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.43.1-19.43.9