- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.38.1-19.38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
欧墨奈斯设计在高地上点燃大量虚假营火以阻止培乌克斯塔斯撤退。安提柯军误以为这是真正的敌军集结,遂停止前进并改道绕行。
οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν.
培乌克斯塔斯的人听闻自己的营地在半途中被发现,因担心在盟军从各处集结完毕之前被敌人追上,便决定退却到冬营地最偏远的地区。
ὧν1 ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου· εὑρηκέναι γὰρ τρόπον2 δι’ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι· τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι.
欧墨奈斯看到他们的沮丧,便鼓励他们鼓起勇气,留在沙漠的边界;因为他说自己找到了一个方法,可以让安提柯晚到三四天。他说,一旦此事实现,他们自己的军队就能轻易集结起来,而敌人疲惫不堪且一无所有,将会束手就擒。
πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ. ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν3 ἑβδομήκοντα σταδίων περιφέρειαν. διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας4 ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.
当所有人对这一出人意料的承诺感到惊异,并试图了解究竟是什么能够阻止对手前进时,他命令所有指挥官率领各自的士兵跟随他,并用多个器皿盛着火。他在高地中选择了一个面向沙漠且自然适于从四面眺望的地方,设下标记,围成一个周长约七十斯塔德的区域。他向每一个跟随他的人分配了位置,命令他们在夜间生火,彼此间隔约二十肘;并在第一更时,生起大火,仿佛他们还醒着并准备照料事务和晚餐;在第二更时,把火变小;在第三更时,完全只留下一点火星,以便让从远处眺望的人看起来像是一个真实的营地。
τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
士兵们照命行事后,那些在对面的山岳地带放牧、且与媒体萨特拉普培敦交好的人中,有一些人注意到了这些火光。他们以为那确实是营地,便奔下平原,报告给安提柯和培敦的人。
οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις· ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.5
后者因这出人意料的消息而大惊失色,停下行军,商议如何应对所报告的情况;因为在疲惫不堪且一无所有的状态下,去与已经集结且物资充裕的敌人交战,是十分危险的。
ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.
他们猜测发生了背叛,且敌人已预先听闻将要发生的事并集结起来,于是放弃了径直前行,而是向右转,向着有人烟地区的各个方向前进,希望让军队从艰辛中恢复过来。
- 19.38.2ὧν
关系代词位于句首作连接用法,其先行词为前一节 §19.38.1 中出现的“培乌克斯塔斯的人(正打算退却的人)”。在语法上,它作为属格修饰紧随其后的名词 τὴν ἀθυμίαν(“他们的沮丧”)。
- 19.38.2εὑρηκέναι γὰρ τρόπον
代表间接引语的完成时不定式。它延续了主句动词 παρεκελεύετο 的叙述语境,或者暗示省略了表示说、主张的动词(如 ἔφη),表达欧墨奈斯本人的主张,译作“因为他说他已经找到了一个方法”。
- 19.38.3ὡς ἂν
在本节中使用了三次的惯用表达(ὡς ἂν ἑβδομήκοντα、ὡς ἂν εἴκοσι、ὡς ἂν ἐγρηγορότων)。在数词前表示近似值(“大约、约”),而在分词前则加强虚拟或比拟语气(“仿佛、好似”)。
- 19.38.3τῆς δὲ δευτέρας
属格 τῆς δευτέρας 以及随后的 τῆς τρίτης 与前文的宾格短语 τὴν πρώτην φυλακήν(第一更)相对应。这里是表示时间的属格(或暗示省略了名词 φυλακῆς),意为“在第二更时”和“在第三更时”。
- 19.38.5τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν
冠词性不定式 τὸ ... συμβαλεῖν 构成了无人称句 ἦν ἐπικίνδυνον(“是危险的”)的主语。不定式的逻辑主语(安提柯军自己)由宾格复数 πεπονηκότας 和 ἐνδεεῖς 表示,而交战的对象则由动词 συμβάλλω 所要求的与格 τοῖς πολεμίοις 及其一致的与格分词 συνηγμένοις、εὐποροῦσι 表示。
