- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.32.1-19.32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
安提柯通过送走伤员和辎重减轻了军队负担,并在扣留敌方使者后于夜间撤退至培敦管辖的米底亚地区。尤曼尼斯放弃追击,隆重埋葬了死者,在此期间发生了一件违背希腊习俗的奇事。
ὁ δʼ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην1 ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων. βουλόμενος δʼ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμʼ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας2 δειπνοποιεῖσθαι.
而安提柯在从战场撤退之后,看到士兵们意气消沉,便决定尽快向远离敌人的地方撤军。为了使部队在撤退时行动敏捷,他将伤员和最沉重的辎重预先送往附近的一座城市;他在拂晓时分埋葬了死者,并扣留了敌方为收容遗体而派来的使者,同时下令让士兵们在此刻进餐。
τῆς δʼ ἡμέρας διελθούσης τὸν μὲν κήρυκα ἀπέπεμψε, δοὺς εἰς τὴν αὔριον τὴν ἀναίρεσιν, αὐτὸς δὲ πρώτης φυλακῆς ἀρχομένης ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως καὶ συντόνους τὰς πορείας ποιούμενος ἀπέστη μὲν τῶν πολεμίων μακράν, ἔσχε δὲ χώραν ἀκεραίαν εἰς ἀνάληψιν τοῦ στρατοπέδου· διήνυσε γὰρ ἕως Γαμάργων τῆς Μηδίας, οὔσης τῆς χώρας ὑπὸ Πίθωνα καὶ δυναμένης μεγάλαις δυνάμεσι πρὸς διατροφὴν δαψιλῶς ἅπαντα χορηγῆσαι.
一天过去后,他遣走了使者,允许在翌日收容遗体,而他自己则在第一更天开始时率领全军出发;通过急行军,他远离了敌人,并占领了一片未受破坏的地区以供军队整顿休养。因为他一直行进到米底亚的加马尔加,该地区在培敦的管辖之下,能够为大军的给养丰沛地提供一切。
Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι,3 περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς. ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρʼ Ἕλλησι νομίμων4 ἐξηλλαγμένον.
而尤曼尼斯通过侦察兵得知安提柯一伙撤退的消息后,由于他自己的士兵也处于饥饿和巨大的劳苦之中,便放弃了追击;但他致力于收容死者,并为他们举行了隆重的葬礼。正是在那里,发生了一件意想不到、且与希腊人的习俗大相径庭的奇事。
- 19.32.1τὴν ταχίστην
意为“尽快”的副词性宾格。它是带有冠词的阴性单数宾格形容词,最初源于省略名词 ὁδόν(道路、方式)的惯用表达。
- 19.32.1τῆς ὥρας
时间属格,意为“在那时”或“在适当的时刻”。在扣留使者(παρακατασχών)后准备撤退的上下文中,指明了进餐的时间。
- 19.32.3διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι
介词 διὰ 支配带冠词不定式 τὸ ... γεγονέναι,构成表示原因(“因为……”)的副词短语。该不定式的逻辑主语是宾格的 τοὺς ἰδίους στρατιώτας(他自己的士兵们也)。
- 19.32.3τῶν παρʼ Ἕλλησι νομίμων
表示分离或相离的属格。由于完美被动分词 ἐξηλλαγμένον 意为“不同的”或“偏离的”,该属格提供了与之相比较或偏离的基准。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
