- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.25.1-19.25.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
欧墨尼斯与安提柯两军因河流和深谷阻隔未能进行决战,安提柯企图通过使节拉拢敌军,但欧墨尼斯借寓言揭露其欺诈行径,成功维系了部下的团结。
ὡς δʼ ἡμέρας ὁδὸν ἀπέσχον ἀπʼ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης·
当两军营地相距一天的行程时,双方都派出了侦察兵,在得知敌军的人数和意图后,虽然做好了战斗准备,但最终未发生交战便各自退兵。
προβεβλημένοι1 γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι. καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
因为双方都在前方面临着一条河流和一道深谷,他们虽然展开了军队,但由于地形险要,无法进行决战。他们各自在相距三斯塔德的地方安营扎寨,在四天里一面忍受着一切物资的匮乏,一面进行小规模冲突并劫掠周边地区;但在第五天,安提柯向萨特拉普们和马其顿人派出了使节,要求他们不要理会欧墨尼斯,而要信任自己。
συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ2 ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
因为他说过,他将允许萨特拉普们保留各自的行省,而对于其他人,他将赐予其中一些人广阔的土地,将另一些人伴随着荣誉和礼物送回祖国,至于那些希望服兵役的人,则将他们分派到适合每个人的编制中。
τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως.
但由于马其顿人不仅不理会这些话,甚至还威胁使节,欧墨尼斯便走上前去赞扬了他们,并讲了一个虽是家喻户晓的古老传说、却非不适用于当前处境的故事。
ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου, τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς.
他说,曾有一只狮子爱上了一位少女,便向姑娘的父亲提亲,父亲说他固然准备把女儿嫁给它,但害怕它的爪子和牙齿,唯恐娶了她之后,因某种原因动怒而对少女施以野兽般的暴行。
τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.3 τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον· μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους. ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος4 τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν·
当狮子拔去了自己的爪子和牙齿后,父亲见它已丢弃了所有令其可怕的东西,便用木棍殴打它,轻易地将其杀死。因此,安提柯也在做着极为相似的事情;因为他做出这些许诺,只维持到掌控军队为止,到时便会惩罚那些领袖。当群众纷纷表示赞同,认为他说得极对时,他便在当时解散了大会。
- 19.25.2προβεβλημένοι
虽然形式上是完成时态被动分词,但此处作中动意(“将……置于自己面前作为屏障”),并以“一条河流和一道深谷”(ποταμόν τινα καὶ χαράδραν)作为直接宾语。
- 19.25.3τῶν δὲ ἄλλων τοῖς μὲν... τοὺς δὲ... τοὺς δὲ...
尽管属格 τῶν δὲ ἄλλων(其他的人)表示整体,但其后各分句的格则根据其所支配的不定式而异:第一个 τοῖς μὲν 是与格(δώσειν“给予”的宾语),而随后的 τοὺς δὲ... 和 τοὺς δὲ... 则是宾格(分别是 ἀποστελεῖν“送回”和 διανεμεῖν“分派”的宾语)。
- 19.25.6τοῦ δὲ λέοντος ἐξελόντος... τὸν πατέρα, θεωρήσαντα πάντα... ἀποβεβληκότα... ἀποκτεῖναι
间接引语中的“宾格加不定式”结构。不定式 ἀποκτεῖναι(杀死)的主语是宾格的 τὸν πατέρα(父亲),分词 θεωρήσαντα(看见)与其保持一致。θεωρήσαντα 的宾语是由宾格分词引导的短语 [τὸν λέοντα] πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα([狮子]已丢弃了所有令其可怕的东西),其中指代狮子的名词被省略了。
- 19.25.7ὡς ὀρθῶς λέγοντος
由连词 ὡς 引导的属格分词。这构成了一个属格绝对结构,其隐含的主语是欧墨尼斯(Εὐμένους),与主句属格绝对结构中的群众(τοῦ πλήθους)不同,表示主观原因或看法:“认为他(欧墨尼斯)说得对”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
