- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.106.1-19.106.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
为了应对阿加托克利斯日益强大的势力,迦太基派遣哈米尔卡率领大军前往西西里,但舰队在航行中遭遇暴风雨遭受重创。哈米尔卡在灾后重新整编军队并提振同盟者士气,积极备战。
κατὰ δὲ τὴν Σικελίαν ἀεὶ μᾶλλον αὐξομένου Ἀγαθοκλέους καὶ δυνάμεις ἁδροτέρας ἀθροίζοντος Καρχηδόνιοι πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον τὰς ἐν τῇ νήσῳ πόλεις, ταῖς δὲ δυνάμεσιν ὑπερέχοντα1 τῶν σφετέρων στρατιωτῶν ἔδοξαν2 ἐνεργέστερον ἅψασθαι τοῦ πολέμου.
而在西西里,随着阿加托克利斯日益强大并聚集起更庞大的军队,迦太基人得知这位统治者正将岛上的城市据为己有,且其兵力已超过他们自己的士兵,于是决定更加积极地投入战争。
εὐθὺς οὖν τριήρεις μὲν κατήρτησαν τριάκοντα πρὸς ταῖς ἑκατόν, στρατηγὸν δὲ προχειρισάμενοι τῶν παρʼ αὐτοῖς ἐπιφανεστάτων Ἀμίλκαν ἔδωκαν αὐτῷ τῶν μὲν πολιτικῶν στρατιωτῶν δισχιλίους, ἐν οἷς ἦσαν πολλοὶ καὶ τῶν ἐπιφανῶν, τῶν δʼ ἀπὸ τῆς Λιβύης μυρίους, ἐκ δὲ τῆς Τυρρηνίας μισθοφόρους χιλίους καὶ ζευγίππας3 διακοσίους, ἔτι δὲ Βαλιάρας σφενδονήτας χιλίους, ὁμοίως δὲ χρημάτων πλῆθος καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων τὴν καθήκουσαν παρασκευήν.
因此,他们立即装备了一百三十艘三段铎船,并推选他们中最著名的公民之一哈米尔卡为将军,交给他两千名公民兵(其中有许多显贵人物)、一万名来自利比亚的士兵、一千名来自第勒尼安的雇佣兵和两百名重装骑兵,此外还有一千名巴利阿里投石兵,同样也给予了大量的资金、投射武器、谷物以及其他各种战争所需的合适物资准备。
ἀναχθέντος δʼ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν· ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν.
当整个舰队从迦太基启航并驶入公海时,一场暴风雨突然降临,摧毁了六十艘三段铎船,并毁坏了两百艘运粮船;其余的舰队遭遇了巨大的风暴,艰难地保全自身并抵达了西西里。
ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, διʼ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος· εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη.
不少显贵的迦太基人也因此丧生,由于他们的缘故,城邦举行了国丧;因为按照他们的习俗,每当城邦遭遇重大不幸时,他们就会用黑色的粗布遮盖城墙。
Ἀμίλκας δʼ ὁ στρατηγὸς ἀναλαβὼν τοὺς διασωθέντας ἐκ τοῦ χειμῶνος μισθοφόρους συνῆγε καὶ τῶν κατὰ Σικελίαν συμμάχων ἐστρατολόγει τοὺς εὐθέτους. παρέλαβε δὲ καὶ τὰς προϋπαρχούσας δυνάμεις καὶ πάντων τῶν εἰς πόλεμον εὐθέτων ἐπιμέλειαν ποιησάμενος ἐν ὑπαίθρῳ συνεῖχε τὰ στρατόπεδα, πεζοὺς μὲν ἔχων περὶ τοὺς τετρακισμυρίους, ἱππεῖς δὲ σχεδὸν πεντακισχιλίους. ταχὺ δὲ τὴν γεγενημένην ἀτυχίαν διορθωσάμενος καὶ δόξας ἀγαθὸς εἶναι τῶν μὲν συμμάχων τὰς ψυχὰς προκαταπεπληγμένας ἀνεκτήσατο, τοῖς δὲ πολεμίοις οὐ τὴν τυχοῦσαν4 ἀγωνίαν ἐπέστησεν.
将军哈米尔卡收拢了从风暴中幸存的雇佣兵并将他们聚集起来,又从西西里的同盟者中招募合适的人员。他还接管了原有的军队,在对一切有利于战争的事物做好周密准备后,让军队在户外露营,拥有步兵约四万人,骑兵将近五千人。他迅速挽回了发生的厄运,并因表现出卓越的能力,重新振作了先前陷入恐慌的同盟者的士气,也给敌人带来了非同寻常的焦虑。
- 19.106.1πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον... ὑπερέχοντα
动词 πυνθάνομαι(得知、获悉)在间接引语中接分词作补足语;此处宾格主语 τὸν δυνάστην 伴随着现在分词 συσκευαζόμενον 和 ὑπερέχοντα,表示“得知这位统治者正在征服……并且超越了……”。
- 19.106.1ἔδοξαν
这并非无人称句(如“对他们而言似乎合适”),而是动词 δοκέω 的主动语态不定过去时第三人称复数,与主语 Καρχηδόνιοι 一致。与不定式 ἅψασθαι 连用,表示“他们决定着手进行”。
- 19.106.2ζευγίππας
虽然 ζευγίππης 字面意思是“驾驭双马者”,但在希腊化时期的军事语境中,它指代一种带着备用马匹作战的骑兵,或某种特定的重装骑兵。在此被视作具体的战斗兵种。
- 19.106.5οὐ τὴν τυχοῦσαν
否定词 οὐ 与带有定冠词的分词 τὴν τυχοῦσαν(源自 τυγχάνω)连用,是极为常见的缓叙法(litotes)惯用表达,字面意为“非寻常的”,即指“非同寻常的”或“极大的”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
