← 西西里的狄奥多罗斯

历史丛书

§19.101.1-19.101.3

罗马对萨姆奈特战争与独裁官费边的胜利

本段叙述了罗马人与萨姆奈特人在意大利持续进行的战争局势,重点介绍了独裁官昆图斯·费边夺取弗雷格莱、卡拉蒂亚和诺拉等地的战绩,以及罗马对蓬蒂亚岛的殖民派遣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.101.1

ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων1 τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι· τὰ γὰρ μαχιμώτατα τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν περὶ ἡγεμονίας φιλοτιμούμενα παντοίους συνίσταντο κινδύνους.

在发生这些事情的同时,在意大利,由于罗马人正与萨姆奈特人进行决战,因而持续发生着对领土的掠夺、对城市的围攻以及军队在野外的安营扎寨;因为意大利各部族中最为好战者,为了争夺霸权而竞争,正经历着各种危险。

§19.101.2

οἱ μὲν οὖν τῶν Ῥωμαίων ὕπατοι μέρος τῆς δυνάμεως ἀναλαβόντες ἀντεστρατοπέδευσαν ταῖς τῶν πολεμίων παρεμβολαῖς καὶ πρὸς μὲν μάχην καιρὸν ἐπετήρουν οἰκεῖον, ταῖς δὲ συμμαχίσι πόλεσι παρείχοντο τὴν ἀσφάλειαν.

于是,罗马的执政官们率领一部分军队,在敌军的阵地对面安营扎寨,他们一方面在等待战斗的合适时机,另一方面为同盟城市提供安全保障。

§19.101.3

τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ2 ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν. τούτους δὲ τὸν ἀριθμὸν3 ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος. μετʼ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν. ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.

而率领其余军队的昆图斯·费边(他已被选为独裁官),夺取了弗雷格莱人的城市,并生擒了对罗马怀有敌意者中最显赫的人。这些人数超过两百的人被他带回罗马,并被带到广场上,按照祖先的习俗,鞭笞后用斧头斩首。不久后,他侵入敌人的领土,围攻并占领了卡拉蒂亚和诺拉人的卫城,不仅变卖了大量战利品,还将该地区的大片土地分配给了士兵们。由于事情对他而言进展得顺遂人意,罗马人民向被称为蓬蒂亚的岛屿派遣了殖民地开拓者。

语法注3 条
  1. 19.101.1Ῥωμαίων διαπολεμούντων

    属格独立结构。引入了与主句主语(προνομαὶ...)不同的主语(Ῥωμαίων),表明了正在进行的时间背景(“在罗马人进行战争期间”)。

  2. 19.101.3αὐτοκράτωρ

    在希腊语中意为“拥有绝对权力的人”,在此处作为罗马临时官职“独裁官(dictator)”的希腊语对应词使用。

  3. 19.101.3τὸν ἀριθμὸν

    关系宾格(或限定宾格),修饰其后的“πλείους τῶν διακοσίων”(超过两百人),意为“在数量上”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:19.101.1-19.101.3