- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.arg.0
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
这是狄奥多罗斯《历史丛书》第十八卷的目录,概述了亚历山大大帝死后的事件,包括继业者(Diadochi)的崛起、省份的分封、叛乱,以及他们之间随后的战争与斗争。
τάδε ἔνεστιν ἐν τῇ ὀκτωκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. α. ἡ γενομένη ταραχὴ καὶ στάσις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐν ταῖς δυνάμεσιν. β. Περδίκκου παράληψις τῆς κατὰ τὴν βασιλείαν ἐπιμελείας καὶ διαίρεσις τῶν σατραπειῶν. γ. ἀπόστασις τῶν ἐν ταῖς ἄνω σατραπείαις Ἑλλήνων καὶ ἀποστολὴ στρατηγοῦ Πίθωνος ἐπʼ αὐτούς. δ. ἀπαγγελία τῆς κατὰ τὴν Ἀσίαν θέσεως καὶ τῶν ἐν αὐτῇ σατραπειῶν. ε. ὡς1 Πίθων κατεπολέμησε τοὺς ἀποστάντας Ἕλληνας. ς. ὡς Ἀθηναῖοι πόλεμον ἐξήνεγκαν πρὸς Ἀντίπατρον τὸν ὀνομασθέντα Δαμιακόν.2 ζ. ὡς Λεωσθένης ἀναδειχθεὶς στρατηγὸς καὶ συστησάμενος δύναμιν ἐνίκησε μάχῃ τὸν Ἀντίπατρον καὶ συνέκλεισεν εἰς πόλιν Λάμιαν. η. Λεωσθένους τοῦ στρατηγοῦ τελευτὴ καὶ ἐπιτάφιος. θ. παράληψις τῶν σατραπειῶν ὑπὸ τῶν μεμερισμένων αὐτάς. ι. ἱππομαχία τῶν Ἑλλήνων πρὸς Λεοννάτον καὶ νίκη τῶν Ἑλλήνων. α. ὡς Ἀντίπατρος Λεοννάτου σφαγέντος ἐν τῇ μάχῃ παρέλαβε τὴν Λεοννάτου δύναμιν. β. ὡς Κλεῖτος ὁ τῶν Μακεδόνων ναύαρχος ἐνίκησε δυσὶ ναυμαχίαις τοὺς Ἕλληνας. γ. ὡς Περδίκκας Ἀριαράθην τὸν βασιλέα παρατάξει μεγάλῃ νικήσας ἐζώγρησε τὸν βασιλέα μετὰ καὶ πολλῶν ἄλλων. δ. ὡς Κρατερὸς βοηθήσας Ἀντιπάτρῳ ἐνίκησε τοὺς Ἕλληνας καὶ κατέλυσε τὸν Λαμιακὸν πόλεμον. ε. περὶ τῶν ὑπʼ Ἀντιπάτρου πραχθέντων πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας. ς. περὶ τῶν πραχθέντων ἐν τῷ κατὰ Κυρήνην πολέμῳ Πτολεμαίῳ. ζ. ὡς Περδίκκας ἐμβαλὼν εἰς τὴν Πισιδίαν Λαρανδεῖς μὲν ἐξηνδραποδίσατο, Ἰσαυρεῖς δὲ πολιορκήσας συνηνάγκασεν ἑαυτούς τε κατασφάξαι καὶ τὴν πόλιν ἐμπρῆσαι. η. Ἀντιπάτρου καὶ Κρατεροῦ στρατεία εἰς Αἰτωλίαν. θ. κατακομιδὴ τοῦ Ἀλεξάνδρου σώματος ἐκ Βαβυλῶνος εἰς Ἀλεξάνδρειαν καὶ τῆς κατὰ τὴν ἁρμάμαξαν πολυτελείας ἀπαγγελία. κ. ὡς Εὐμενὴς παρατάξει νικήσας Κρατερὸν κατέσφαξεν ἐν τῇ μάχῃ καὶ Νεοπτόλεμον. α. ὡς Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ὑπὸ τῶν φίλων ἀνῃρέθη. β. ὡς τῶν βασιλέων ἐπιμελητὴς ᾑρέθη Πίθων καὶ μετʼ αὐτοῦ Ἀρριδαῖος, ὕστερον δʼ Ἀντίπατρος. γ. ὡς Ἀντίπατρος ἡγεμὼν κατασταθεὶς τῶν ὅλων ἐμερίσατο τὰς σατραπείας ἐξ ἀρχῆς ἔν Τριπαραδείσῳ τῆς Συρίας. δ. ὡς Ἀντίγονος ὑπʼ Ἀντιπάτρου κατασταθεὶς στρατηγὸς κατεπολέμησε τὸν Εὐμένη. ε. περὶ Εὐμενοῦς καὶ τῶν περὶ αὐτὸν γενομένων παραδόξων μεταβολῶν. ς. ὡς Πτολεμαῖος τήν τε Φοινίκην καὶ τὴν Κοίλην Συρίαν προσεκτήσατο. ζ. ὡς Ἀντίγονος Ἀλκέταν ἐνίκησεν ἐπιφανεῖ παρατάξει. η. Ἀντιπάτρου θάνατος καὶ τῆς βασιλικῆς δυνάμεως παράληψις ὑπὸ Πολυπέρχοντος. θ. ὡς Ἀντίγονος μετεωρισθεὶς ἐπί τε τῇ Ἀντιπάτρου τελευτῇ καὶ τοῖς ὑφʼ αὑτοῦ κατειργασμένοις ἀντεποιήσατο τῆς βασιλείας. λ.3 Εὐμενοῦς αὔξησις παράδοξος καὶ παράληψις τῆς τε τῶν βασιλέων ἐπιμελείας καὶ τῆς Μακεδονικῆς δυνάμεως. α. Κασάνδρου αὔξησις καὶ πόλεμος πρὸς Πολυπέρχοντα τὸν ἐπιμελητὴν τῶν βασιλέων καὶ κοινοπραγία πρὸς Ἀντίγονον. β. ὡς Εὐμενὴς ἐν Κιλικίᾳ τοὺς ἀργυράσπιδας παραλαβὼν εἰς τὰς ἄνω σατραπείας ἀπῆλθε καὶ δύναμιν ἀξιόλογον παρεσκευάσατο. γ. περὶ τῆς Εὐμενοῦς ἀγχινοίας καὶ στρατηγίας καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων μέχρι τῆς τελευτῆς. δ. τὰ συμβάντα περὶ Κάσανδρον κατὰ τὴν Ἀττικὴν καὶ Νικάνορα τὸν φρουροῦντα τὴν Μουνυχίαν. ε. Φωκίωνος τοῦ χρηστοῦ προσαγορευθέντος θάνατος. ς. ὡς Πολυπέρχων Μεγαλοπολίτας πολιορκήσας καὶ πολλὰ παθὼν καὶ δράσας4 ἄπρακτος ἐπανῆλθεν. ζ. ὡς Κλεῖτος ὁ Πολυπέρχοντος ναύαρχος ἐνίκησε ναυμαχίᾳ Νικάνορα τὸν Κασάνδρου ναύαρχον. η. ὡς Ἀντίγονος ἐπιφανῶς νικήσας ναυμαχίᾳ τὸν Κλεῖτον ἐθαλαττοκράτησεν. θ. ὡς Εὐμενὴς ὑπὸ Σελεύκου περὶ τὴν Βαβυλῶνα συγκλεισθεὶς εἰς τοὺς ἐσχάτους κινδύνους ἐσώθη διὰ τὴν ἰδίαν ἀγχίνοιαν. μ. ὡς Πολυπέρχων καταφρονηθεὶς ὑπὸ τῶν Ἑλλήνων καὶ ταπεινωθεὶς διεπολέμει πρὸς Κάσανδρον.
狄奥多罗斯书第十八卷包含以下内容: 一、亚历山大死后军队中发生的动乱与内讧。 二、佩尔迪卡斯接管王国管理权及各省的分封。 三、上省希腊人的叛乱,以及派将军培松去讨伐他们。 四、关于亚洲地理状况及其境内各省的记述。 五、培松如何征服叛乱的希腊人。 六、雅典人如何向安提帕特宣战,即所谓的达米亚战争。 七、莱奥斯塞内斯如何被推举为将军、集结军队,并在战斗中击败安提帕特,将其围困在拉米亚城。 八、将军莱奥斯塞内斯之死与悼词。 九、受封者对接管各自省份的占领。 十、希腊人与莱昂纳托斯之间的骑兵战,以及希腊人的胜利。 一、莱昂纳托斯在战斗中阵亡后,安提帕特如何接管了其军队。 二、马其顿人的海军将领克雷图斯如何通过两次海战击败了希腊人。 三、佩尔迪卡斯如何在一场大战中击败了国王阿里亚拉塞斯,并将其与许多其他人一起生擒。 四、克拉特鲁斯如何援助安提帕特,击败希腊人并结束了拉米亚战争。 五、关于安提帕特对雅典人及其他希腊人所采取的行动。 六、关于托勒密在针对昔兰尼的战争中所做出的事迹。 七、佩尔迪卡斯如何入侵皮西迪亚,奴役了拉兰达人,并围困伊萨乌里亚人,逼迫他们自相残杀并焚毁了自己的城市。 八、安提帕特与克拉特鲁斯对埃托利亚的远征。 九、亚历山大遗体自巴比伦运往亚历山大里亚,以及关于其灵车奢华程度的记载。 十、尤米尼斯如何在一场会战中击败克拉特鲁斯,并在战斗中将其与尼奥普托勒莫斯一同斩杀。 一、佩尔迪卡斯如何远征埃及并被其友人杀害。 二、培松如何被选为国王们的监护人,与其同任的还有阿里代乌斯,其后则是安提帕特。 三、安提帕特如何被任命为全军最高统帅,并在叙利亚的特里帕拉迪苏斯重新划分了各省。 四、安提柯如何被安提帕特任命为将军并击败了尤米尼斯。 五、关于尤米尼斯及其身上所发生的令人意想不到的命运起伏。 六、托勒密如何并吞了腓尼基和柯里叙利亚。 七、安提柯如何在一场卓越的会战中击败了阿尔克塔斯。 八、安提帕特之死,以及波利伯孔对接管王室权力的过程。 九、安提柯如何因安提帕特之死及自己的功绩而得意忘形,企图篡夺王权。 十一、尤米尼斯令人意想不到的崛起,以及他对国王监护权和马其顿军队的接管。 一、卡桑德拉的崛起、他与国王监护人波利伯孔的战争,以及他与安提柯的结盟。 二、尤米尼斯如何在基里基亚接管了银盾兵,撤往上省,并整顿了一支庞大的军队。 三、关于尤米尼斯的机智与将才,以及他直至去世为止的事迹。 四、在阿提卡发生的关于卡桑德拉,以及驻守穆尼基亚的尼卡诺尔的事件。 五、被称为'好人'的福基翁之死。 六、波利伯孔如何围困梅加洛波利斯人,在蒙受并造成巨大损失后无功而返。 七、波利伯孔的海军将领克雷图斯如何在一场海战中击败了卡桑德拉的海军将领尼卡诺尔。 八、安提柯如何在一场海战中极其出色地击败了克雷图斯,从而夺取了制海权。 九、尤米尼斯如何在巴比伦附近被塞琉古围困并陷入绝境,但凭借自己的智谋得以脱险。 十二、波利伯孔如何遭到希腊人的鄙视而实力受损,并继续同卡桑德拉交战。
- 18.arg.0ὡς
许多条目开头的连词 ὡς(如何)引导间接疑问句,在此目录中起着概括各章内容的作用。
- 18.arg.0Δαμιακόν
手稿中的 Δαμιακόν 显然是 Λαμιακόν(拉米亚战争)的笔误。本译文保留了原文的拼写方式。
- 18.arg.0λ.
在目录的希腊字母编号中,某些字母(例如第三组中的 ι,第四组中的 ι 和 κ)在手稿中被省略了。这可能是由于章节合并或抄写员在抄录过程中的失误所致。
- 18.arg.0πολλὰ παθὼν καὶ δράσας
结合了被动和主动分词的惯用表达“遭受并做了许多事”,表示双方在军事行动中均蒙受了重大损失并进行了激烈的战斗。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
