- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.69.1-18.69.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
卡桑德包围萨拉米斯并使其陷入困境,但在波利伯孔的援军压力下被迫撤退。波利伯孔随后在伯罗奔尼撒恢复各城邦自治,并决定包围不愿服从的梅加洛波利斯。
τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος ὁ Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε. καθʼ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους.
当波利伯孔忙于这些事务时,卡桑德率领舰队,将埃吉纳人争取到自己一边,并将态度敌对的萨拉米斯人围困在包围战中。他日复一日地发起连续不断的进攻,且拥有充足的投射兵器和士兵,使萨拉米斯人陷入了极大的危险之中。
κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι1 κατὰ κράτος ὁ Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην2 τοῖς πολιορκοῦσι. διόπερ ὁ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ.
在该城面临被强攻攻陷的危险时,波利伯孔派遣了一支由步兵和海军组成的相当规模的军队去攻击包围者。因此,卡桑德大为惊恐,解除了包围,乘船退回比雷埃夫斯。
Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας. ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν διʼ Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν.
波利伯孔希望以有利的方式管理伯罗奔尼撒的事务,于是前往该地,并召集各城市的代表,商讨与他结盟的事宜。他还向各城市派遣了使者,命令他们处死在安提帕特寡头统治下设立的官员,并恢复各城邦民众的自治权。
πολλῶν δʼ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν3 ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα. μόνων δὲ τῶν Μεγαλοπολιτῶν διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.
随着许多人服从命令,各城市发生屠杀,一些人被驱逐,安提帕特的友人们被消灭,而各公民共同体则重新获得了源于自治的言论自由,并与波利伯孔一党结盟。由于唯有梅加洛波利斯人仍保持着与卡桑德的友好关系,他决定包围他们的城市。
- 18.69.2κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι
这是一个属格独立结构(κινδυνευούσης τῆς πόλεως),其中 ἁλῶναι 作为动词 κινδυνεύω 的补充不定式。ἁλῶναι 是不规则动词 ἁλίσκομαι 的不定过去时不定式,具有被动意义(“被攻陷、沦陷”),用以描述主语 τῆς πόλεως 的状态。
- 18.69.2τὴν ἐπιθησομένην
带冠词的将来时分词,修饰先行词女性名词 δύναμιν(军队)。在希腊语中,带冠词的将来时分词可以起到形容词性关系从句的作用,表示目的或意图(“为了攻击”、“旨在攻击”)。
- 18.69.4τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν
一种属前位置(attributive position)结构,介词短语 ἐκ τῆς αὐτονομίας 被夹在冠词 τὴν 和名词 παρρησίαν 之间。因此,该介词短语呈形容词性修饰名词,意为“源于自治的言论自由”。
