- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.60.1-18.60.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
尤曼尼斯警惕于自己作为异邦人可能引来马其顿将士的嫉妒和轻视,明智地拒绝了国王们提供的资金。为了促进军队内部的团结,他声称自己梦见了亚历山大大帝,并提议设立一个黄金宝座,以已故国王的名义共同商议军国大事。
ἃ1 καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ καθʼ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν. ὁρῶν γὰρ ἑαυτὸν μὲν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δʼ ὑποταττομένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δʼ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρίβοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων ὀρεγομένους ὑπέλαβεν2 ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνησιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον· μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττόνων εἶναι δοκούντων μηδὲ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι.
当时也考虑到这些情况的尤曼尼斯,预见到命运的变幻,明智地确保了自己的安全。因为他看到自己是个异邦人,与王室权力毫无渊源,而受他管辖的马其顿人此前曾判处他死刑,担任军队将领的人则心高气傲、觊觎大权,因此他料定不久之后自己周围就会产生轻视和嫉妒,最终甚至会危及生命。因为他认为,没有人会心甘情愿地执行那些看起来比自己低微的人所下达的命令,也没有人能忍受被那些理应顺从他人的人所统治。
δοὺς δὲ αὑτῷ περὶ τούτων λόγον πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευὴν οὐκ ἔφησε λήψεσθαι· μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας.
尤曼尼斯对此进行了深思熟虑,首先,当根据国王们的来信向他提供五百塔兰同以用于重整和装备时,他表示不予接受;因为他声称自己并不需要如此巨额的馈赠,毕竟他并不急于获取任何统治权。
καὶ γὰρ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλʼ ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην λειτουργίαν. καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθίας καὶ πλάνας, καὶ ταῦτα3 μηδεμιᾶς ὑποκειμένης ἀρχῆς ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξουσίας κεχωρισμένῳ.
因为事实上,即便在现在,他也不是自愿顺从这一服务的,而是被迫接受国王们强加给他的这种公职。总之,由于连年征战,他已无法再承受这些艰辛和流离,况且对于一个异邦人、一个被排斥在与马其顿人同族权力之外的人来说,他并没有任何现成的统治根基。
ἀπεφαίνετο δὲ αὑτὸν ἑωρακέναι κατὰ τὸν ὕπνον ὄψιν παράδοξον, ἣν ἀναγκαῖον ἡγεῖσθαι δηλῶσαι πᾶσι· δοκεῖν γὰρ αὐτὴν πολλὰ συνεργήσειν πρός τε ὁμόνοιαν καὶ τὸ κοινῇ συμφέρον.
尤曼尼斯声称自己在睡眠中见到了一个奇特的异象,他认为有必要向所有人公开;因为他相信这对于和睦与共同利益将大有裨益。
δόξαι γὰρ κατὰ τὸν ὕπνον ὁρᾶν Ἀλέξανδρον τὸν βασιλέα ζῶντα καὶ τῇ βασιλικῇ σκευῇ κεκοσμημένον χρηματίζειν καὶ τὰ προστάγματα διδόναι τοῖς ἡγεμόσι καὶ πάντα τὰ κατὰ τὴν βασιλείαν διοικεῖν ἐνεργῶς.
因为他在梦中仿佛看见国王亚历山大还活着,穿着王室的服饰,处理国事,向将领们下达命令,并积极地管理着王国的所有事务。
»διόπερ οἶμαι δεῖν ἐκ τῆς βασιλικῆς γάζης κατασκευάσαι χρυσοῦν θρόνον, ἐν ᾧ τεθέντος τοῦ διαδήματος4 καὶ σκήπτρου καὶ στεφάνου καὶ τῆς ἄλλης κατασκευῆς ἐπιθύειν ἅμʼ ἡμέρᾳ πάντας αὐτῷ τοὺς ἡγεμόνας καὶ πλησίον τοῦ θρόνου συνεδρεύειν καὶ τὰ προστάγματα λαμβάνειν ἐκ τοῦ ὀνόματος τοῦ βασιλέως, ὡς ζῶντος καὶ προεστηκότος τῆς ἰδίας βασιλείας.«
“因此,我认为有必要用王室宝库中的金子制造一个黄金宝座,在宝座上放置王冠(迪亚德玛)、王笏、冠冕以及其他服饰;每日拂晓时分,所有将领当一同向其献祭,并在宝座附近举行会议,以国王的名义接受命令,仿佛他还活着并亲自领导着自己的王国。”
- 18.60.1ἃ
中性复数关系代词,用于文首以承接前一章的内容(如命运的无常等),即“关系代词的连接”用法。在此作为分词 διανοούμενος(思考、考虑到)的宾语。
- 18.60.1ὁρῶν γὰρ ἑαυτὸν μὲν... ὑπέλαβεν...
在主句动词 ὑπέλαβεν(认为)之前,表示原因的分词 ὁρῶν(看到)引导了一长串由分词构成的间接陈述宾语:ἑαυτὸν 搭配 ὄντα 和 προσήκοντα;τοὺς... Μακεδόνας 搭配 προκατεγνωκότας;τοὺς... διατρίβοντας 搭配 ὑπάρχοντας 和 ὀρεγομένους。这一严密的并列结构理清了尤曼尼斯所面临的三种客观处境,最终引出主句动词所带的宾格不定式结构(ἔσεσθαι... καταφρόνησιν)。
- 18.60.3καὶ ταῦτα
对格惯用表达,意为“而且”、“尤其是”。在此用于在前述“无法忍受流离与艰辛”的基础上,追加并强调尤曼尼斯身为异邦人、被排斥在马其顿人同族权力之外这一更为不利的客观前提条件。
- 18.60.6τεθέντος τοῦ διαδήματος
属格绝对结构,由名词 τοῦ διαδήματος(王冠)和动词 τίθημι 的第一不定过去时被动分词属格 τεθέντος 构成。后面的 σκήπτρου(王笏)、στεφάνου(冠冕)及 τῆς ἄλλης κατασκευῆς(其他装饰)均并列作为该属格绝对结构的主语,表示“当王冠、王笏等物被安置其上时”这一前提或伴随状况。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
