← 西西里的狄奥多罗斯

历史丛书

§18.42.1-18.42.5

欧墨尼斯派遣使节与诺拉要塞中的练马法

欧墨尼斯派遣以历史学家希罗尼穆斯为首的使节前往安替帕特处,同时在狭窄的诺拉要塞中,他想出了将马匹悬空吊起进行训练的奇特方法,并通过与士兵同甘共苦来巩固内部团结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.42.1

μετὰ δὲ ταῦτα ὁ Εὐμενὴς πρὸς τὸν Ἀντίπατρον πρεσβευτὰς ἀπέστειλε περὶ τῶν ὁμολογιῶν, ὧν1 ἦν ἡγούμενος Ἱερώνυμος ὁ τὰς τῶν διαδόχων ἱστορίας γεγραφώς. αὐτὸς δὲ πολλαῖς καὶ ποικίλαις κεχρημένος τοῦ βίου μεταβολαῖς οὐκ ἐταπεινοῦτο τῷ φρονήματι, σαφῶς εἰδὼς τὴν τύχην ὀξείας τὰς εἰς ἀμφότερα τὰ μέρη ποιουμένην2 μεταβολάς.

在此之后,欧墨尼斯向安替帕特派遣了讨论协议的使节,使节的领袖是撰写了后继者历史的希罗尼穆斯。欧墨尼斯本人虽然经历了人生中多次且多样的起伏,但其气概并未消沉,因为他清楚地知道,命运向两个方向的转变都是迅速的。

§18.42.2

ἑώρα γὰρ τοὺς μὲν τῶν Μακεδόνων βασιλεῖς κενὸν ἔχοντας τὸ τῆς βασιλείας πρόσχημα, πολλοὺς δὲ καὶ μεγάλους τοῖς φρονήμασιν ἄνδρας διαδεχομένους τὰς ἡγεμονίας, πάντας δὲ ἰδιοπραγεῖν βουλομένους. ἤλπιζεν οὖν, ὅπερ ἦν πρὸς ἀλήθειαν, πολλοὺς αὐτοῦ χρείαν ἕξειν διά τε τὴν φρόνησιν καὶ τὴν ἐμπειρίαν τῶν πολεμικῶν, ἔτι δὲ τὴν ὑπερβολὴν τῆς ἐν τῇ πίστει βεβαιότητος.

因为他看到,马其顿的国王们仅仅保留着王权的空虚外表,而许多志向远大的伟人继承了统治权,且所有人都渴望独树一帜、为己牟利。因此他期望——这确实是事实——由于他的睿智、战争经验以及无比坚贞的忠诚,许多人将会需要他。

§18.42.3

ὁρῶν δὲ τοὺς ἵππους, διὰ τὴν ἐν τῇ στενοχωρίᾳ τραχύτητα μὴ δυναμένους γυμνάζεσθαι, πρὸς τὴν ἐν ταῖς ἱππομαχίαις χρείαν ἀχρήστους ἐσομένους ἐπενοήσατό τινα ξένην καὶ παρηλλαγμένην τῶν ἵππων γυμνασίαν.

但他看到马匹由于狭窄之地的崎岖而无法训练,这在骑兵交战中将变得毫无用处,于是他为马匹想出了一种奇特而不同寻常的训练方法。

§18.42.4

τὰς γὰρ κεφαλὰς αὐτῶν ταῖς σειραῖς ἀναδεσμεύων ἔκ τινων δοκίων ἢ παττάλων καὶ δύο ἢ τρεῖς διχάδας3 ἐωρήσας συνηνάγκαζεν τοῖς ὀπισθίοις ποσὶν ἐπιβεβηκέναι, τοῖς δʼ ἔμπροσθεν μόγις ψαύειν τῆς γῆς μικρὸν ἀπολείποντας· εὐθὺς οὖν ὁ μὲν ἵππος βουλόμενος στηρίζεσθαι τοῖς ἐμπροσθίοις διεπονεῖτο τῷ τε σώματι παντὶ καὶ τοῖς σκέλεσι, συμπασχόντων4 ἁπάντων τῶν κατὰ τὸν ὄγκον μελῶν· τοιαύτης δὲ γινομένης κινήσεως ἱδρώς τε πολὺς ἐκ τοῦ σώματος ἐξεχεῖτο καὶ τῇ τῶν πόνων ὑπερβολῇ τὴν ἀκρότητα τῶν γυμνασίων τοῖς ζῴοις περιεποιεῖτο.

也就是说,他用绳索将它们的头部系在一些小梁或木桩上,并用两三个吊具将它们悬空提起,以此强迫它们用后腿站立,而前腿则几乎不接触地面,稍稍悬空。于是,马由于想要用前腿支地,其全身和四肢都得到了极大的活动,庞大身躯的所有肢体都随之共同运动;在这种运动中,大量的汗水从体内排出,而通过这种极度的劳作,他为这些动物带来了极高的训练效果。

§18.42.5

τοῖς δὲ στρατιώταις ἅπασι τὰς αὐτὰς τροφὰς παρείχετο, μετέχων αὐτὸς τῆς λιτότητος, καὶ διὰ τῆς ὁμοίας συμπεριφορᾶς πολλὴν εὔνοιαν ἑαυτῷ, τοῖς δὲ συμπεφευγόσι πᾶσιν ὁμόνοιαν συγκατεσκεύασε. καὶ τὰ μὲν κατὰ τὸν Εὐμενῆ καὶ τοὺς συμπεφευγότας εἰς τὴν πέτραν ἐν τούτοις ἦν.

此外,他对所有士兵提供与自己相同的伙食,亲自过着同样简朴的生活,并通过这种平等的相处方式,为自己赢得了极大的好感,并在所有共同逃难的人之间营造了团结一致的氛围。关于欧墨尼斯和那些与他一同逃往岩石要塞的人的情况,便是如此。

语法注4 条
  1. 18.42.1ὧν

    关系代词 ὧν(复数属格)以其前的 πρεσβευτάς(使节们)为先行词。它作为名词 ἡγούμενος(领袖、首领)的属格补足语,意为“使节们的领袖”。

  2. 18.42.1ποιουμένην

    这是一个“对格+分词”的宾语补足结构,作为 εἰδὼς 的宾语。其中 τὴν τύχην 作对格主语,ποιουμένην 作分词,表示欧墨尼斯“清楚地知道命运正在(带来迅速的变化)”。

  3. 18.42.4διχάδας

    分词 ἐωρήσας(源自 αἰωρέω,“悬挂”)的直接宾语。虽然 διχάδας 通常意为“一半”或“对分物”,但在本处指用于悬挂马匹的特殊训练工具,如“双叉吊带”或“套索”。

  4. 18.42.4συμπασχόντων

    属格绝对独立结构。其主语是 ἁπάντων τῶν κατὰ τὸν ὄγκον μελῶν(与其体格相符的所有肢体)。动词 συμπάσχω 在此处意为“共同受到影响”或“联动起来运行”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.42.1-18.42.5