- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.37.1-18.37.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
佩尔迪卡斯死后,随之传来尤门尼斯战胜克拉特鲁斯等人的消息。马其顿人判处尤门尼斯等人死刑并杀害佩尔迪卡斯的亲属,而阿塔罗斯则率领舰队逃往推罗,并从守备长官处接收了巨额资金。
μετὰ δὲ τὴν τούτου τελευτὴν εὐθὺς ἧκόν τινες ἀπαγγέλλοντες ὅτι παρατάξεως γενομένης περὶ Καππαδοκίαν Εὐμενὴς νενίκηκε, Κρατερὸς δὲ καὶ Νεοπτόλεμος ἡττηθέντες ἀνῄρηνται. τοῦτο δʼ εἰ δυσὶ πρότερον ἡμέραις ἐγένετο τῆς Περδίκκου τελευτῆς, οὐδεὶς ἂν ἐτόλμησε1 τὰς χεῖρας Περδίκκᾳ προσενεγκεῖν διὰ τὸ μέγεθος τῆς εὐημερίας.
在他的死讯传出后,随即有人前来报告,称在卡帕多西亚附近发生了一场会战,尤门尼斯取得了胜利,而克拉特鲁斯和涅奥普托勒莫斯败北并被杀。如果这件事发生在佩尔迪卡斯死前的两天,那么由于这一巨大胜利带来的好运,谁也不敢对佩尔迪卡斯下手。
οἱ δʼ οὖν Μακεδόνες πυθόμενοι τὰ περὶ τὸν Εὐμενῆ κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν περὶ αὐτὸν ἐπιφανῶν ἀνδρῶν πεντήκοντα,2 ἐν οἷς ἦν καὶ Ἀλκέτας ὁ ἀδελφὸς τοῦ Περδίκκου. ἀπέκτειναν δὲ καὶ τῶν φίλων τοῦ Περδίκκου τοὺς μάλιστα πιστοτάτους καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἀταλάντην, ἣν ἦν γεγαμηκὼς3 Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν παρειληφώς.
因此,马其顿人在获悉有关尤门尼斯的消息后,判处他以及他身边五十名显赫的人死刑,其中包括佩尔迪卡斯的兄弟阿尔塞塔斯。他们还杀害了佩尔迪卡斯最忠实的朋友,以及他的姐妹阿塔兰特,而她正是已经接管舰队指挥权的阿塔罗斯所娶的妻子。
μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ Περδίκκου Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν ἔχων διέτριβε μὲν περὶ τὸ Πηλούσιον, ὡς δʼ ἐπύθετο τὴν τῆς γυναικὸς ἀναίρεσιν καὶ τοῦ Περδίκκου, τὸν στόλον ἀναλαβὼν ἐξέπλευσε καὶ κατήντησεν εἰς Τύρον.
在佩尔迪卡斯被杀之后,拥有舰队指挥权的阿塔罗斯一直逗留在佩鲁修姆附近,但当他获悉妻子和佩尔迪卡斯被杀的消息后,便带着舰队扬帆出海,抵达了推罗。
ὁ δὲ τῆς πόλεως ταύτης φρούραρχος Ἀρχέλαος, Μακεδὼν τὸ γένος, τὸν Ἄτταλον φιλοφρόνως ὑπεδέξατο καὶ τήν τε πόλιν παρέδωκεν αὐτῷ καὶ τὰ χρήματα, δεδομένα μὲν ὑπὸ Περδίκκου φυλάττειν,4 τότε δὲ δικαίως ἀποδεδομένα, τὸ δὲ πλῆθος ὄντα ταλάντων ὀκτακοσίων.5 ὁ δʼ Ἄτταλος ἐν τῇ Τύρῳ διατρίβων ἀνελάμβανε τῶν Περδίκκου φίλων τοὺς διασωζομένους ἐκ τῆς πρὸς τῇ Μέμφει στρατοπεδείας.
该城的守备长官阿尔克拉乌斯是马其顿人,他热情地接待了阿塔罗斯,并将城市和资金移交给他。这笔资金是由佩尔迪卡斯交予保管的,当时已被合理地归还,其数额为八百塔兰特。阿塔罗斯逗留在推罗,接纳了那些从孟斐斯附近的营地中幸免于难的佩尔迪卡斯的朋友。
- 18.37.1τοῦτο δʼ εἰ δυσὶ πρότερον ἡμέραις ἐγένετο... οὐδεὶς ἂν ἐτόλμησε
条件从句 εἰ... ἐγένετο 与主句 οὐδεὶς ἂν ἐτόλμησε 构成过去反事实条件句。短语 δυσὶ πρότερον ἡμέραις 中,δυσὶ ἡμέραις 为表示程度差异的与格,修饰比较副词 πρότερον,其比较基准则由属格 τῆς Περδίκκου τελευτῆς 表示。
- 18.37.2κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν... πεντήκοντα
动词 κατεγνωσαν(καταγιγνώσκω“判处”的第三人称复数不定过去时)的句法。作为表示指控或惩罚的复合动词,它将受刑者(人)置于属格(αὐτοῦ 与 τῶν... πεντήκοντα),将所判处的刑罚置于宾格(θάνατον)。
- 18.37.2ἣν ἦν γεγαμηκὼς
过去完成时迂回结构,由未完成过去时 ἦν 与完成主动分词 γεγαμηκὼς(源自 γαμέω,“娶妻”)结合而成。用于表示过去某一时刻已完成的状态。关系代词 ἣν 是分词的直接宾语。
- 18.37.4δεδομένα μὲν ὑπὸ Περδίκκου φυλάττειν
不定式 φυλάττειν(“保管”)是目的不定式,修饰中性复数分词 δεδομένα(δίδωμι“给予”的完成被动分词,修饰前文的 χρήματα)。
- 18.37.4τὸ δὲ πλῆθος ὄντα ταλάντων ὀκτακοσίων
ὄντα 为中性复数分词,与 χρήματα 一致;ταλάντων ὀκτακοσίων 是表示数量或性质的属格。τὸ δὲ πλῆθος 是表示限制的宾格(即副词性宾格,意为“在数量上”)。
