- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.30.1-18.30.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
尤曼尼斯为对抗敌军而加强了骑兵部队并与克拉特鲁斯交战。战斗中,克拉特鲁斯坠马并在无人认出的情况下被踩踏致死,其受压的右翼被迫退却。
Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπʼ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν· τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, διʼ ὧν1 ἤλπιζε κρατήσειν τῶν ἐναντίων.
尤曼尼斯得知敌军正向他进军,便从各处集结军队,特别是骑兵;因为在步兵方面他无法与马其顿方阵抗衡,所以他组建了一支实力雄厚的骑兵部队,希望借此战胜对手。
ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, ὁ μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι2 τῶν πολεμίων πάσας τὰς ἀποσκευάς.
当两军接近时,克拉特鲁斯召集全体士兵集会,用适宜的言辞鼓舞他们投入战斗,并表示如果他们在战斗中获胜,便将敌军的所有辎重给予士兵们去掠夺。
πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
在众人意气风发后,他整顿了军队,自己率领右翼,而将左翼的指挥权交给了涅奥普托勒摩斯。
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.
他的总兵力包括两万步兵,其中大部分是因英勇而闻名的马其顿人,他对这些人寄予了最大的胜利希望;随行的骑兵则有两千多人。
Εὐμενὴς δʼ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δι’ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει. ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων ὁ μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν3 συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν.
另一方面,尤曼尼斯拥有两万名来自各族的步兵,以及五千名骑兵,他决定以这些骑兵来决定战斗的胜负。当双方都将骑兵部署在两翼并远远地骑行到方阵前面时,克拉特鲁斯率领精锐部队首先向敌军发起冲锋,表现得异常夺目,但由于马匹绊倒,他跌落到地上,又因为后续骑兵的混乱与拥挤,他的身份未被认出,惨遭践踏,荒谬地结束了生命。
τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος. καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,
他的死使敌军士气大振,大批敌军从四面八方涌入,造成了惨重的伤亡。右翼在受到如此压迫之下,被迫退避到步兵方阵中,
- 18.30.1διʼ ὧν
关系代词 ὧν 的先行词是指前文的 τῶν ἱππέων(骑兵们)或 σύστημα τῶν ἱππέων(骑兵部队),与介词 διά(接属格,意为“通过、凭借”)连用,表明尤曼尼斯将骑兵视为决定胜负的关键手段。
- 18.30.2ἔφησε διδόναι τοῖς στρατιώταις ... διαρπάσαι
在由 ἔφησε 引导的“对格与不定式”结构中(主语因与主句主语一致而省略),现在时不定式 διδόναι 为主要动词。而不定式 διαρπάσαι(意为“去掠夺”)则作为目的或结果成分从属于 διδόναι(给予、允许),整体意为“他表示允许(承诺)士兵们去掠夺……”。
- 18.30.5ἀγνοηθεὶς ὃς ἦν
被动分词 ἀγνοηθείς(未被认出)带有一个由 ὃς ἦν(他是谁)引导的间接疑问从句。该成分修饰主句主语克拉特鲁斯,意为“在没人认出他是谁的情况下”。
