- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.28.1-18.28.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
历时两年完成的亚历山大豪华丧车被运往埃及,吸引了沿途无数围观者。托勒密在叙利亚迎接遗体并将其安葬在亚历山大里亚,因其宽厚慷慨的性格而赢得了世人与神明的共同眷顾。
ἡ μὲν οὖν ἁρμάμαξα, τοιαύτην ἔχουσα τὴν κατασκευὴν καὶ διὰ τῆς ὁράσεως μᾶλλον ἢ τῆς ἀπαγγελίας φαινομένη μεγαλοπρεπεστέρα, πολλοὺς ἐπεσπᾶτο θεωροὺς διὰ τὴν περιβόητον δόξαν· οἱ γὰρ ἐκ τῶν πόλεων καθʼ ἃς αἰεὶ γίνοιτο1 πανδημεὶ συνήντων καὶ πάλιν προέπεμπον, οὐκ ἐμπιμπλάμενοι τῆς κατὰ τὴν θεωρίαν τέρψεως.
这辆丧车具有如此结构,目睹之景远比传闻更为壮丽,因其赫赫声名吸引了众多围观者。它所经过的各城市居民皆倾城而出,迎之送之,对瞻仰它的快乐乐此不疲。
ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ παρηκολούθει πλῆθος ὁδοποιῶν καὶ τεχνιτῶν, ἔτι δὲ τῶν στρατιωτῶν παραπεμπόντων.2 Ἀρριδαῖος μὲν οὖν σχεδὸν ἔτη δύο καταναλώσας περὶ τὴν κατασκευὴν τῶν ἔργων ἀπεκόμισε τὸ σῶμα τοῦ βασιλέως ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον·
与此壮丽相称的是,一大群筑路工人和工匠,以及在一旁护送的士兵,亦随行在后。阿里代乌斯在这项工程的制作上花费了近两年时间,随后将国王的遗体从巴比伦运往埃及。
Πτολεμαῖος δὲ τιμῶν τὸν Ἀλέξανδρον ἀπήντησε μετὰ δυνάμεως μέχρι τῆς Συρίας καὶ παραλαβὼν τὸ σῶμα τῆς μεγίστης φροντίδος ἠξίωσεν.3 ἔκρινε γὰρ ἐπὶ τοῦ παρόντος εἰς μὲν Ἄμμωνα μὴ παρακομίζειν, κατὰ δὲ τὴν ἐκτισμένην ὑπʼ αὐτοῦ πόλιν, ἐπιφανεστάτην οὖσαν σχεδόν τι τῶν κατὰ τὴν οἰκουμένην, ἀποθέσθαι.
托勒密为了向亚历山大表示敬意,率领军队前往叙利亚迎接,并在接管遗体后,给予了其极大的关照。因为他决定暂时不将其运往阿蒙神庙,而是安葬在由他建立的城市中,该城在当时已知世界中几乎是最显赫的。
κατεσκεύασεν οὖν τέμενος κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν κατασκευὴν τῆς Ἀλεξάνδρου δόξης ἄξιον, ἐν ᾧ κηδεύσας αὐτὸν καὶ θυσίαις ἡρωικαῖς καὶ ἀγῶσι μεγαλοπρεπέσι τιμήσας οὐ παρʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ θεῶν καλὰς ἀμοιβὰς ἔλαβεν.
于是他建造了一座在规模和结构上皆配得上亚历山大声誉的圣域,将他葬于其中,并以英雄祭祀和壮丽的竞技向他致敬,不仅从世人那里,也从神明那里得到了美好的回报。
οἱ μὲν γὰρ ἄνθρωποι διὰ τὸ τῆς ψυχῆς εὐχάριστον καὶ μεγαλόψυχον συνέτρεχον πάντοθεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προθύμως ἑαυτοὺς εἰς τὴν στρατείαν παρείχοντο, καίπερ τῆς βασιλικῆς δυνάμεως μελλούσης πολεμεῖν4 πρὸς Πτολεμαῖον, καὶ κινδύνων προδήλων καὶ μεγάλων ὄντων ὅμως ἅπαντες τὴν τούτου σωτηρίαν τοῖς ἰδίοις κινδύνοις5 ἑκουσίως περιεποιήσαντο·
因为世人因其心灵的慷慨和宽宏,从四面八方聚集到亚历山大里亚,踊跃地投身军旅,尽管王室军队即将向托勒密开战,且危险显而易见、极其巨大,但所有人依然甘愿冒着自身的危险来确保他的安全。
οἱ δὲ θεοὶ διὰ τὴν ἀρετὴν καὶ εἰς πάντας τοὺς φίλους ἐπιείκειαν ἐκ τῶν μεγίστων κινδύνων παραδόξως αὐτὸν διέσωσαν.
而神明也因其美德和对所有朋友的仁慈,奇迹般地将他从最大的危险中解救出来。
- 18.28.1καθʼ ἃς αἰεὶ γίνοιτο
在由关系代名词 ἃς 引导的关系从句中,动词 γίνοιτο 使用了祈愿语气(过去重复祈愿语气),表示过去重复发生的动作(每当丧车经过各个城市时)。
- 18.28.2τῶν στρατιωτῶν παραπεμπόντων
此短语既可以解释为独立属格结构(“在士兵们的护送下”),也可以解释为与 ὁδοποιῶν καὶ τεχνιτῶν 并列、修饰 πλῆθος 的属格(“筑路工、工匠以及护送士兵的人群”)。在此处我们将其作为独立属格处理。
- 18.28.3τῆς μεγίστης φροντίδος ἠξίωσεν
动词 ἀξιόω(认为……配得上、给予相称的对待)以宾格表示对待的对象(此处为 τὸ σῶμα “遗体”),以属格表示所给予的待遇或价值(τῆς μεγίστης φροντίδος “极大的关照”)。
- 18.28.5τῆς βασιλικῆς δυνάμεως μελλούσης πολεμεῖν
这是一个带有分词 μελλούσης 的独立属格结构,与表示让步的连词 καίπερ 连用,意为“尽管王室军队即将开战”。
- 18.28.5τοῖς ἰδίοις κινδύνοις
手段或代价的与格,表示他们是以冒着自身危险为代价,换取了托勒密的生命安全。
