- 底本
- Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.24.1-18.24.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-10
安提帕特和克拉特鲁斯率领大军远征埃托利亚。埃托利亚人毫不畏惧,将非战斗人员和财产转移到险峻的山区,并在坚固的城市部署守备队以作防守。
κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.1
正是在这个时候,安提帕特和克拉特鲁斯率领三万步兵和二千五百骑兵,对埃托利亚人展开了远征;因为这些人是曾在拉米亚战争中奋战到底的人当中,唯一保持未被征服而残留下来的人。
οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων2 οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες3 εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
然而,尽管如此庞大的军队向他们逼近,埃托利亚人在精神上并未屈服,而是聚集了约一万名正值壮年的男子,撤退到多山且险峻的地方,并将他们的妻子、儿女、老人以及大量财产预先安置在那里。他们放弃了那些不设防的城市,却在那些极为坚固的城市中部署了相当规模的守备队,勇敢地迎接敌人的进攻。
- 18.24.1οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι
代词 οὗτοι 指代埃托利亚人。属格短语 τῶν... διαπολεμησάντων 是部分属格,修饰名词化的形容词 ὑπόλοιποι(幸存者,余下的人)。διέμενον 与主格形容词 ἀχείρωτοι 连用,构成系表结构,意为“保持未被征服的状态”。
- 18.24.2τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων
这是一个属格独立结构,在此处表示让步(“尽管如此庞大的军队已经出发”)。主语是 τηλικούτων δυνάμεων,分词是 ὡρμημένων(动词 ὁρμάω 的完成时中被动分词属格复数)。
- 18.24.2τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες
分词 διαλαβόντες(动词 διαλαμβάνω 的不定过去时分词)带有“分别占领”或“分头把守各处”的含义。它以先前出现的宾格短语 τὰς δὲ... διαφερούσας(在坚固程度上杰出的城市)作为其宾语。
