← 西西里的狄奥多罗斯

历史丛书

§18.21.1-18.21.9

奥费拉斯击败塞布隆与平定基利奈

塞布隆从伯罗奔尼撒招募新兵却遭遇失败,而基利奈内部也因粮食短缺发生内讧,平民派夺取政权。在埃及普托雷迈乌斯支持下的亡命者与将领奥费拉斯一同到来后,基利奈平民派与塞布隆达成和解,但最终奥费拉斯击败塞布隆,使基利奈及其周边城市归于普托雷迈乌斯王权的统治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.21.1

ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας1 περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.

塞布隆虽然遭遇了如此巨大的灾难,但仍然坚持战争。他选拔了朋友中合适的人,派他们前往伯罗奔尼撒,去招募在泰纳龙附近逗留的雇佣兵。因为当时许多尚未被雇佣的人正在四处游荡,寻找愿意给他们发薪的雇主,且当时在泰纳龙附近有两千五百多人。

§18.21.2

τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας2 οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.

被派出的人招募了这些人,并向基利奈航行。但是在他们到来之前,基利奈人因之前取得的胜利而受到鼓舞,挑起了战斗,击败了塞布隆,并杀死了他的许多兵士。

§18.21.3

διὰ δὲ τὰς ἐλαττώσεις ὁ Θίβρων ἀπογινώσκων ἤδη τὰ κατὰ τὴν Κυρήνην παραδόξως πάλιν ἐθάρρησε. τῶν γὰρ ἀπὸ Ταινάρου στρατιωτῶν καταπλευσάντων καὶ μεγάλης αὐτῷ χειρὸς προσγενομένης εὔελπις ἐγένετο τῇ ψυχῇ.

由于多次失败,塞布隆已经对基利奈的局势感到绝望,但出乎意料的是,他再次鼓起了勇气。因为从泰纳龙来的士兵们乘船抵达,给他增加了一支强大的力量,这让他在心中充满了希望。

§18.21.4

οἱ δὲ Κυρηναῖοι πάλιν θεωροῦντες τὸν πόλεμον αὐξόμενον μετεπέμψαντο τὴν συμμαχίαν παρὰ τῶν πλησιοχώρων Λιβύων καὶ παρὰ τῶν Καρχηδονίων, ἀθροίσαντες δὲ τοὺς ἅπαντας μετὰ τῶν πολιτικῶν στρατιώτας τρισμυρίους ἡτοιμάζοντο παρατάξει περὶ τῶν ὅλων διακριθῆναι.3 γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Θίβρων νικήσας τῇ μάχῃ καὶ πολλοὺς ἀνελὼν περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα κυριεύσων4 τῶν πλησίον πόλεων, οἱ δὲ Κυρηναῖοι τῶν στρατηγῶν ἁπάντων ἀνῃρημένων ἐν τῇ μάχῃ τὸν Κρῆτα Μνασικλῆν μεθʼ ἑτέρων εἵλοντο στρατηγόν. Θίβρων δʼ ἐπαρθεὶς τῇ νίκῃ τὸν λιμένα τῶν Κυρηναίων ἐπολιόρκησε καὶ τῇ Κυρήνῃ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.

另一方面,基利奈人看到战争再次扩大,便从邻近的利比亚人和迦太基人那里召集了同盟军。他们召集了包括本国市民兵在内的共三万名士兵,准备通过决战来决定整体命运。在一场大规模决战爆发后,塞布隆在战斗中获胜并杀死了许多人,他感到异常高兴,认为自己很快就能控制邻近的城市。但是,基利奈人由于所有的将领都在战斗中牺牲,便选举克里特人姆纳西克莱斯与其他几人共同担任将领。塞布隆因胜利而得意忘形,包围了基利奈人的港口,并每天对基利奈发起进攻。

§18.21.6

χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα, οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν.

随着战争的拖延,基利奈人因缺乏粮食而内部发生内讧。由于平民派占了上风,并将有产者驱逐出境,那些被剥夺了祖国的人便纷纷逃亡,有的人投奔了塞布隆,另一些人则逃往埃及。这些人说服了普托雷迈乌斯送他们回国,并带领了一支值得瞩目的步兵和海军力量以及将领奥费拉斯前来。在塞布隆那里的亡命者听说他们到来的消息后,企图在夜间暗中投奔他们,结果全部暴露并被斩杀。

§18.21.8

οἱ δὲ τῆς Κυρήνης στρατηγοῦντες δημοτικοί, φοβηθέντες τὴν τῶν φυγάδων κάθοδον, διελύσαντο πρὸς τὸν Θίβρωνα καὶ κοινῇ πολεμεῖν πρὸς τὸν Ὀφέλλαν παρεσκευάζοντο.

控制基利奈的平民派将领们害怕亡命者回国,便与塞布隆达成和解,并准备共同对抗奥费拉斯。

§18.21.9

Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.

但奥费拉斯打败了塞布隆并将其活捉,而且控制了这些城市,将城市和土地移交给了普托雷迈乌斯国王。因此,基利奈人及周边城市便以这种方式失去了自由,被置于普托雷迈乌斯王权统治之下。

语法注4 条
  1. 18.21.1ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας

    将来时中动分词 ἀναληψομένους(源自 ἀναλαμβάνω,“招募、带走”)表示目的(“为了招募”),修饰主句动词 ἔπεμψεν。其直接宾语是实词化的现在时分词 τοὺς ἐνδιατρίβοντας(“逗留的人”),而 τῶν ξένων(“在雇佣兵中”)则是修饰该分词的部分属格(partitive genitive)。

  2. 18.21.2τῆς δὲ τούτων πρότερον παρουσίας

    副词 πρότερον 因带有比较级的性质而支配属格 τῆς παρουσίας,意为“在他们到来之前”(字面意为“先于这些人的到来”)。τούτων 是修饰 παρουσίας 的所有格属格。

  3. 18.21.4περὶ τῶν ὅλων διακριθῆναι

    中性复数实词化短语 τὰ ὅλα 意为“大局”或“整体局势”。它与不定式 διακριθῆναι(源自 διακρίνομαι,“决定、决胜负”)结合使用,构成军事上的惯用表达,意为“通过决战来决定整体战局的命运”。

  4. 18.21.4ὡς αὐτίκα μάλα κυριεύσων

    连词 ὡς 置于将来时分词 κυριεύσων 之前,是典型的语法结构,用于表达主句主语(塞布隆)主观的期望、意图或预测(“心想很快就能控制”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.21.1-18.21.9