← 西西里的狄奥多罗斯

历史丛书

§18.19.1-18.19.5

塞布隆入侵基利奈与被迫订约

作者将叙述转向基利奈战争,讲述了塞布隆刺杀哈帕鲁斯并夺取其资金和兵力后,在基利奈流亡者的引导下入侵基利奈,并击败他们迫使其达成协议、提供贡金和战车的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.19.1

ἡμεῖς δʼ ἐπεὶ τὰς κατὰ τὸν Λαμιακὸν πόλεμον ἐπιτελεσθείσας πράξεις διήλθομεν, μεταβησόμεθα πρὸς τὸν ἐν τῇ Κυρήνῃ γενόμενον πόλεμον, ἵνα μὴ μακρὰν τοῖς χρόνοις1 ἀποπλανῶμεν τὸ συνεχὲς τῆς ἱστορίας. ἀναγκαῖον δʼ ἐστὶ βραχὺ τοῖς χρόνοις προσαναδραμεῖν, ὅπως σαφεστέρας ποιήσωμεν τὰς κατὰ μέρος πράξεις.

既然我们已经叙述完拉米亚战争期间所完成的事迹,现在我们将转向在基利奈发生的战争,以免在年代上偏离历史的连续性太远。但在时间上稍微往回追溯是有必要的,以便使具体的细节更加清晰。

§18.19.2

Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου2 καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν, ὄντων ἑπτακισχιλίων. ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων. ἀνειληφὼς δὲ μεθʼ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς3 διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης ὁ Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δʼ ἐζώγρησε.

因为正如我们在前一卷中所说明的那样,当哈帕鲁斯从亚洲逃亡,并带着雇佣兵降落到克里特岛时,被视为他朋友之一的塞布隆刺杀了哈帕鲁斯,并掌控了资金和士兵,这些士兵共计七千人。同样地,他也控制了船只,并将士兵安置在船上,驶向基利奈人的领地。他带上来自基利奈的流亡者,并由于他们对当地地形的熟悉而让他们充当这次行动的向导;当基利奈人出迎并发生战斗时,塞布隆获得胜利,杀死了许多人,并活捉了不仅少数的人。

§18.19.4

κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι4 ἀργυρίου τάλαντα πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν.

他占领了港口,包围了城市,震慑了基利奈人,迫使他们达成协议,规定他们必须支付银子五百塔兰特,并共同派遣一半的战车参与其军事行动。

§18.19.5

διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι.5 διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.

他还向其他城市派遣使者,要求结盟,声称他将要征服邻近的利比亚。此外,他还掠夺了在港口查获的商人们的财物,分给士兵作为掠夺品,以此激发他们对战争的热情。

语法注5 条
  1. 18.19.1τοῖς χρόνοις

    表示关系或方面的与格(“在年代上”、“在时间方面”),表明了作者为保持历史叙事连贯性而做出的时间叙事选择。

  2. 18.19.2Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου

    属格独立分词结构(ποιησαμένου... καὶ καταπλεύσαντος),作为时间背景引入了与主句主语塞布隆(Θίβρων)不同的哈帕鲁斯的行为。

  3. 18.19.3καθηγουμένους τῆς ἐπιβουλῆς

    修饰分词 ἔχων 的宾语 τούτους 的宾语补足分词,形成类似双宾语的关系(“以他们作为行动的向导”)。动词 καθηγέομαι(引导、先导)支配属格宾语 τῆς ἐπιβουλῆς。

  4. 18.19.4ὥστε αὐτοὺς δοῦναι

    连词 ὥστε 引导带对格主语 αὐτοὺς 加上不定式 δοῦναι 和 συνεκπέμπειν 的结构,用于表示协议(ὁμολογίας)的具体内容或条件(“在……的条件下”)。

  5. 18.19.5ὡς μέλλοντος αὐτοῦ ... καταστρέφεσθαι

    表示主观或声称理由的连词 ὡς 与属格独立分词结构(μέλλοντος αὐτοῦ)连用,意为“声称他自己将要……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:18.19.1-18.19.5