← 西西里的狄奥多罗斯

历史丛书

§17.arg.0#2

第17卷后半目录:从远征印度至亚历山大之死

第17卷后半部分的目录大纲,涵盖亚历山大入侵印度、与波罗斯之战、退兵、返回巴比伦以及国王逝世等事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.arg.0#2

ἐμβολὴ εἰς τὴν Ἰνδικὴν καὶ ἀναίρεσις ἄρδην τοῦ πρώτου ἔθνους πρὸς κατάπληξιν τῶν ἄλλων.1 ὡς τὴν Νυσίαν ὀνομαζομένην πόλιν εὐεργέτησε διὰ τὴν ἀπὸ Διονύσου συγγένειαν. ὡς Μάσσακα πόλιν ὀχυρὰν ἐκπορθήσας τοὺς μισθοφόρους ἅπαντας λαμπρῶς ἀγωνισαμένους2 κατέκοψεν. ὡς τὴν Ἄορνον καλουμένην Πέτραν, ἀνάλωτον ἀεὶ γεγενημένην, ἐξεπολιόρκησεν. ὡς Ταξίλην μὲν τὸν βασιλέα τῶν Ἰνδῶν προσηγάγετο, Πῶρον δὲ μεγάλῃ παρατάξει νικήσας καὶ τοῦ σώματος κρατήσας, ἀπέδωκε τὴν βασιλείαν αὐτῷ διʼ ἀνδραγαθίαν. ἀπαγγελία τῶν κατὰ τὴν χώραν παραδόξων ὄφεών τε καὶ τῶν φυομένων καρπῶν. ὡς τὰ πλησιόχωρα τῶν ἐθνῶν τὰ μὲν προσηγάγετο, τὰ δὲ κατεπολέμησεν. ὡς τὴν ὑπὸ Σωπείθην τεταγμένην3 ἐχειρώσατο. περὶ τῆς εὐνομίας τῶν ἐν ταύτῃ τῇ χώρᾳ πόλεων. περὶ τῆς ἀρετῆς τῶν δωρηθέντων Ἀλεξάνδρῳ κυνῶν. περὶ τῆς ἀφηγήσεως τοῦ Ἰνδῶν βασιλέως. ὡς τοῦ Ἀλεξάνδρου βουλομένου διαβῆναι τὸν Γάγγην ποταμὸν καὶ στρατεύειν ἐπὶ τοὺς Γανδαρίδας ὀνομαζομένους οἱ Μακεδόνες οὐχ ὑπήκουσαν.4 ὡς ὅρια θέμενος τῆς στρατείας ὁ βασιλεὺς ἐπῆλθε τὰ λοιπὰ τῶν Ἰνδῶν. ὡς διὰ τοῦ Ἰνδοῦ ποταμοῦ κατέπλευσεν ἐπὶ τὸν κατὰ μεσημβρίαν Ὠκεανόν, καὶ τοξευθεὶς ἐκινδύνευσεν. περὶ τῆς γενομένης μονομαχίας ἐκ προκλήσεως. περὶ τῶν καταπολεμηθέντων Ἰνδῶν ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ποταμοῦ μέχρι τοῦ Ὠκεανοῦ. περὶ τῶν παραδόξων καὶ νομίμων παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν θηριώδη βίον ἐχόντων. ὡς οἱ τὸν Ὠκεανὸν πλεύσαντες συνέμιξαν Ἀλεξάνδρῳ παρὰ θάλατταν ἐστρατοπεδευκότι καὶ τὰ κατὰ τὸν πλοῦν ἀπήγγειλαν. ὡς πάλιν ἐκπλεύσαντες πολλὴν τῆς παραθαλαττίας χώρας παρέπλευσαν. ὡς τῶν Περσῶν τρισμυρίους νεανίσκους ἐπιλέξας καὶ παιδεύσας τὰ πολεμικὰ τῶν ἔργων ἀντίταγμα κατεσκεύασε τῇ Μακεδονικῇ φάλαγγι. ὡς Ἅρπαλος διὰ τὴν τρυφὴν καὶ τὰς ὑπερβολὰς τῶν δαπανημάτων διαβληθεὶς ἔφυγεν ἐκ Βαβυλῶνος καὶ τοῦ δήμου τῶν Ἀθηναίων ἱκέτης ἐγένετο. ὡς διαδρὰς ἐκ τῆς Ἀττικῆς ἀνῃρέθη καὶ τῶν χρημάτων ἑπτακόσια μὲν τάλαντα παρέθετο τοῖς Ἀθηναίοις, τετρακισχίλια δὲ καὶ μισθοφόρους ὀκτακισχιλίους περὶ Ταίναρον τῆς Λακωνικῆς ἀπέλιπεν. ὡς Ἀλέξανδρος τοὺς γεγηρακότας τῶν Μακεδόνων χρεολυτήσας καὶ καταναλώσας μύρια τάλαντα ἀπέλυσεν εἰς τὰς πατρίδας. ὡς στασιαζόντων τῶν Μακεδόνων ἐκόλασε τοὺς αἰτίους. ὡς Πευκέστης ἤγαγε πρὸς Ἀλέξανδρον ἐκ τῶν Περσῶν ἐπιλέξας τοξότας καὶ σφενδονήτας μυρίους. ὡς τὰς τάξεις ὁ βασιλεὺς ἐποίησεν ἀναμίξας τοῖς Μακεδόσι Πέρσας. ὡς τοῖς ἐπιγόνοις παισὶ μυρίοις οὖσι τὰς δαπάνας καὶ παιδείας μισθοὺς ἅπασιν ἐχορήγει. ὡς Λεωσθένης ἤρξατο κινεῖν τὸν πρὸς Μακεδόνας πόλεμον. ὡς Ἀλέξανδρος ἐπὶ Κοσσαίους ἐστράτευσεν. ὡς πορευομένου τοῦ βασιλέως εἰς Βαβυλῶνα προεῖπον οἱ Χαλδαῖοι τῷ Ἀλεξάνδρῳ τελευτήσειν αὐτόν,5 ἐὰν εἰς τὴν Βαβυλῶνα εἰσέλθῃ. ὡς ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν κατεπλάγη καὶ παρήλλαξε τὴν Βαβυλῶνα, ὕστερον δʼ ὑπὸ τῶν Ἑλληνικῶν φιλοσόφων πεισθεὶς κατήντησεν εἰς τὴν πόλιν. περὶ τοῦ πλήθους τῶν παραγενομένων πρεσβειῶν. περὶ τῆς Ἡφαιστίωνος ταφῆς καὶ τοῦ πλήθους τῶν εἰς αὐτὴν δαπανηθέντων χρημάτων. περὶ τῶν σημείων τῶν γεγενημένων Ἀλεξάνδρῳ καὶ τῆς τελευτῆς αὐτοῦ.

攻入印度,以及为了震慑其他民族而对首个遇到的民族进行的彻底毁灭。 他如何因其与狄奥尼索斯的血缘关系而恩待了被称为尼萨的城市。 他如何攻陷了坚固的城市马萨卡,并斩杀了所有英勇作战的雇佣兵。 他如何围攻并占领了被称为阿奥尔诺斯的磐石要塞,此地此前从未被攻破。 他如何争取了印度人的国王塔克西莱斯,但在一次会战中击败波罗斯并将其俘虏后,因其英勇而将王国归还于他。 关于该地区奇异的蛇类以及生长的果实的记述。 他如何将邻近的民族中一部分争取过来,另一部分予以征服。 他如何征服了处于索佩特斯统治下的领地。 关于该地区城市的良好法治。 关于赠送给亚历山大的猎犬的卓越品质。 关于印度国王的记述。 亚历山大虽意图渡过恒河并向所谓的甘达里达人发起远征,但马其顿士兵如何未予服从。 国王如何设定了远征的边界,并巡行了印度的其余地区。 他如何沿着印度河向下航行至南方的洋,并在被箭射中后身陷险境。 关于因挑战而发生的一对一决斗。 关于在河流两岸直至大洋被征服的印度人。 关于当地人的奇异事物和习俗,以及那些过着野兽般生活的人。 航行于大洋的人如何与在海边驻营的亚历山大汇合,并汇报了航行中的情况。 他们如何再次起航,沿着海岸地区航行了很长一段距离。 他如何挑选了三万名波斯青年并训练其军事技能,将其打造为与马其顿方阵抗衡的部队。 哈帕路斯如何因其奢华和挥霍无度遭到指控,从而逃离巴比伦并成为雅典人民的求庇者。 他如何逃离阿提卡后被杀,并在其资金中将七百塔兰同寄托于雅典人,却将四千塔兰同和八千名雇佣兵留在了拉科尼亚的泰纳伦附近。 亚历山大如何替年迈的马其顿士兵偿清了债务(为此花费了一万塔兰同),并将他们遣返回乡。 当马其顿人发生叛乱时,他如何惩罚了领头者。 佩乌凯斯塔斯如何从波斯人中挑选了一万名弓箭手和投石兵,带到亚历山大面前。 国王如何混编部队,在马其顿人中加入了波斯人。 他如何为人数达一万的“后继者”子弟全额资助了生活开支和教育费用。 莱奥斯塞内斯如何开始煽动针对马其顿人的战争。 亚历山大如何对科塞人发起远征。 当国王正前往巴比伦时,迦勒底人如何预言,若亚历山大进入巴比伦,他将会死去。 国王起初十分惊恐并绕过了巴比伦,但后来在希腊哲学家们的说服下,如何最终进入了该城。 关于接踵而至的众多使团。 关于赫菲斯提翁的葬礼,以及为此花费的巨额资金。 关于显现给亚历山大的征兆,以及他的逝世。

语法注5 条
  1. 17.arg.0πρὸς κατάπληξιν τῶν ἄλλων

    “为了震慑其他民族”。名词 κατάπληξις(恐怖、震惊)所带的属格 τῶν ἄλλων 为客观属格,表示使其他人“产生”恐惧。

  2. 17.arg.0λαμπρῶς ἀγωνισαμένους

    “英勇作战的(雇佣兵)”。不定过去时分词 ἀγωνισαμένους 修饰前置的宾格 μισθοφόρους,但在语境中含有让步意味(“尽管他们英勇作战,却仍被斩杀”)。

  3. 17.arg.0τὴν ὑπὸ Σωπείθην τεταγμένην

    “处于索佩特斯统治下的(领地)”。完成时被动分词 τεταγμένην 为阴性单数宾格,此处省略了其修饰的词 χώραν(土地、领土)或 βασιλείαν(王国)。

  4. 17.arg.0τοῦ Ἀλεξάνδρου βουλομένου... οἱ Μακεδόνες οὐχ ὑπήκουσαν

    “亚历山大虽意图……但马其顿士兵未予服从”。前半部分为属格独立结构(τοῦ Ἀλεξάνδρου βουλομένου...),其主语与主句主语 οἱ Μακεδόνες 不同,在此处表示让步或转折关系。

  5. 17.arg.0τελευτήσειν αὐτόν

    “他将会死去”。这是作为动词 προεῖπον(预言)宾语的“对格加不定式”结构,对格代词 αὐτόν 作为将来时不定式 τελευτήσειν 的逻辑主语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.arg.0#2