- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.95.1-17.95.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
亚历山大决定在希帕西斯河结束远征,建造了巨大的祭坛和扩大的营地,随后返回阿刻西奈斯河增造船只。他收到了来自希腊的增援,并将新建立的城市命名为“尼卡伊亚”和“布克法拉”。
κρίνας δʼ ἐπὶ ταύτης1 τοὺς ὅρους θέσθαι τῆς στρατείας πρῶτον μὲν τῶν δώδεκα θεῶν βωμοὺς πεντήκοντα πηχῶν ᾠκοδόμησεν, ἔπειτα τριπλασίαν τῆς προϋπαρχούσης στρατοπεδείαν περιβαλόμενος ὤρυξε τάφρον τὸ μὲν πλάτος πεντήκοντα ποδῶν, τὸ δὲ βάθος τεσσαράκοντα· τὴν δʼ ἀναβολὴν ἐντὸς τῆς τάφρου σωρεύσας τεῖχος ἀξιόλογον ᾠκοδόμησε.
〔亚历山大〕决定在此河立下远征的界限,首先为十二主神建造了五十肘高的祭坛,接着,他围起了一个三倍于先前规模的营地,挖了一条宽五十尺、深四十尺的壕沟;他将挖出的土堆在壕沟内侧,筑起了一道宏伟的城墙。
προσέταξε δὲ τοῖς μὲν πεζοῖς κατασκηνώσεις ἑκάστῳ δύο στιβάδας πενταπήχεις ἐχούσας οἰκοδομῆσαι, τοῖς δʼ ἱππεῦσι πρὸς ταύταις καὶ δύο φάτνας τῶν εἰθισμένων διπλασίας, ἀκολούθως δὲ καὶ τἄλλα τὰ καταλείπεσθαι μέλλοντα τοῖς μεγέθεσιν αὐξῆσαι. ταῦτα δὲ πράττειν ἤμελλεν, ἅμα μὲν ἡρωικὴν βουλόμενος ποιήσασθαι στρατοπεδείαν, ἅμα δὲ τοῖς ἐγχωρίοις ἀπολιπεῖν σημεῖα μεγάλων ἀνδρῶν, ἀποφαίνοντα2 ῥώμας σωμάτων ὑπερφυεῖς.
他命令步兵每人建造备有两个五肘长睡榻的营帐,命令骑兵在此基础上再建造两个两倍于通常大小的马槽,并相应地扩大其他所有将要留下的设施的规模。他之所以这样做,一方面是想建造一个英雄式的营地,另一方面也是想给当地人留下伟大人物的印记,以此展示非凡的体魄力量。
ἀπὸ δὲ τούτων γενόμενος3 μετὰ πάσης τῆς δυνάμεως ταῖς αὐταῖς ὁδοῖς πορευθεὶς ἀνέκαμψεν ἐπὶ τὸν Ἀκεσίνην ποταμόν· καταλαβὼν δὲ τὰ σκάφη νεναυπηγημένα καὶ ταῦτα καταρτίσας ἕτερα προσεναυπηγήσατο.
办完这些事后,他率领全军沿着原路返回,退回到阿刻西奈斯河畔;发现预定建造的船只已经造好,他便将其装备起来,并另外加造了其他船只。
κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκον ἐκ τῆς Ἑλλάδος σύμμαχοι καὶ μισθοφόροι διὰ τῶν στρατηγῶν ἠγμένοι, πεζοὶ μὲν πλείους τρισμυρίων, ἱππεῖς δʼ οὐ πολὺ λείποντες τῶν ἑξακισχιλίων, ἐκομίσθησαν δὲ καὶ πανοπλίαι διαπρεπεῖς πεζοῖς μὲν δισμυρίοις καὶ πεντακισχιλίοις, φαρμάκων δʼ ἰατρικῶν ἑκατὸν τάλαντα. ταῦτα μὲν οὖν διέδωκε τοῖς στρατιώταις.
就在此时,由将领们率领的盟军和雇佣兵从希腊抵达,其中步兵有三万多人,骑兵也接近六千人;此外,还运来了供二万五千名步兵使用的精美铠甲整套,以及一百塔兰同的药材。于是,他把这些东西分发给士兵们。
τῆς δὲ ναυτικῆς παρασκευῆς συντελεσθείσης καὶ διακοσίων μὲν ἀφράκτων ἡτοιμασμένων, ὀκτακοσίων δὲ ὑπηρετικῶν τὰς μὲν παρὰ τὸν ποταμὸν κτισθείσας πόλεις ὠνόμασε τὴν μὲν διὰ τὸ τῷ πολέμῳ κρατῆσαι4 Νίκαιαν, τὴν δʼ ἀπὸ τοῦ τελευτήσαντος ἵππου κατὰ τὴν πρὸς Πῶρον μάχην Βουκεφάλαν.
当海军的筹备工作完成,两百艘无甲板战船和八百艘辅助船只准备就绪后,他给沿河建立的城市命名:一座因在战争中获胜而命名为“尼卡伊亚”,另一座则因在与波罗斯的战斗中死去的爱马而命名为“布克法拉”。
- 17.95.1ἐπὶ ταύτης
意为“在此[河/地]”。阴性单数属格,指代前文提及的希帕西斯河(Ὑπάσις),或省略了 ἡ δίαβασις(渡河处)或 ἡ χώρα(地方)。
- 17.95.2ἀποφαίνοντα
中性复数宾格的现在分词,修饰前文的名词 σημεῖα(中性复数宾格)。分词的逻辑主语也是 σημεῖα,意为“展示出(超凡体魄力量的)标记”。
- 17.95.3ἀπὸ δὲ τούτων γενόμενος
惯用表达 ἀπὸ τούτων γίγνεσθαι,意为“从这些事中脱身”或“完成这些事情”。不定过去时中间相分词 γενόμενος 指代主语亚历山大。
- 17.95.5διὰ τὸ τῷ πολέμῳ κρατῆσαι
介词 διὰ 后接带冠词的不定式 τὸ κρατῆσαι(不定过去时主动) 表示原因。τῷ πολέμῳ 是与格,表示手段或领域,取决于 κρατῆσαι,意为“因为在战争中取得了胜利”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
