- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.73.1-17.73.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
亚历山大平定波斯并追击大流士,却发现大流士已被贝苏斯暗杀,于是以国王之礼将其安葬。与此同时在欧洲,斯巴达战败,战后处理的决定权被移交给亚历山大。
Ἀλέξανδρος δὲ ἀπὸ τούτων γενόμενος1 τὰς κατὰ τὴν Περσίδα πόλεις ἐπῆλθεν καὶ τὰς μὲν βίᾳ χειρωσάμενος, τὰς δὲ διὰ τὴν ἰδίαν ἐπιείκειαν προσαγόμενος ἀνέζευξεν ἐπὶ τὸν Δαρεῖον.
亚历山大在结束了这些事情后,向波斯各城市进军,他用武力征服了一些城市,又以自己的宽大招降了另一些城市,随后便拔营向大流士进发。
οὗτος δʼ ἐπεβάλετο μὲν ἀθροίζειν τὰς ἐκ τῆς Βακτριανῆς καὶ τῶν ἄλλων σατραπειῶν δυνάμεις, καταταχούμενος2 δὲ καὶ μετὰ τρισμυρίων Περσῶν τε καὶ μισθοφόρων Ἑλλήνων τὴν φυγὴν εἰς Βάκτρα ποιούμενος ὑπὸ Βήσσου τοῦ Βάκτρων σατράπου κατὰ τὴν ἀναχώρησιν συλληφθεὶς ἐδολοφονήθη.
后者曾企图集结来自巴克特里亚和其他行省的军队,但因遭到紧迫追击而情势逼仄,在与三万名波斯人及希腊雇佣兵一同向巴克特拉逃亡的途中,他在撤退时被巴克特里亚总督贝苏斯逮捕并暗杀。
ἄρτι δʼ αὐτοῦ τετελευτηκότος Ἀλέξανδρος μετὰ τῶν ἱππέων ἐπιδιώκων καὶ τὸν Δαρεῖον τετελευτηκότα καταλαβὼν τῆς βασιλικῆς ταφῆς ἠξίωσεν.
在大流士刚刚死去时,率领骑兵追击而来的亚历山大赶到,发现大流士已经身亡,便给予他符合国王身份的葬礼。
ὡς δʼ ἔνιοι γεγράφασιν, ἔμπνουν ἔτι καταλαβὼν τοῖς μὲν ἀτυχήμασιν αὐτοῦ συνήλγησε, παρακληθεὶς δὲ ὑπὸ τοῦ Δαρείου μετελθεῖν τὸν φόνον καὶ καθομολογήσας ἐδίωξε τὸν Βῆσσον. ἐκείνου δὲ πολὺ προειληφότος καὶ συμφυγόντος εἰς τὴν Βακτριανὴν ἐπανῆλθεν ἀπογνοὺς τὸν τῶν πολεμίων διωγμόν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
但正如一些历史学家所写的那样,亚历山大发现大流士时其尚有一息存留,便对他的不幸深表哀悼;大流士请求他惩办凶手,亚历山大应允后便去追击贝苏斯。然而,由于后者早已遥遥领先并逃入了巴克特里亚,亚历山大放弃了对敌人的追击而返回。至此,亚洲的事情便处于这种状态。
κατὰ δὲ τὴν Εὐρώπην Λακεδαιμόνιοι μὲν ἐπταικότες μεγάλῃ παρατάξει διὰ τὴν συμφορὰν ἠναγκάσθησαν διαπρεσβεύεσθαι πρὸς Ἀντίπατρον· ἐκείνου δὲ ἐπὶ τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον τὴν ἀπόκρισιν ἀποστείλαντος οἱ μὲν σύνεδροι συνήχθησαν εἰς Κόρινθον καὶ πολλῶν ῥηθέντων λόγων πρὸς ἑκάτερον μέρος ἔδοξεν αὐτοῖς ἀκέραιον τὴν κρίσιν3 ἐπὶ τὸν Ἀλέξανδρον ἀναπέμψαι.
另一方面,在欧洲,拉栖代梦人在一场大规模会战中遭遇惨败,由于这场灾难,他们不得不遣使向安提帕特求和。但由于安提帕特将答复之事移交给希腊人的共同议会,议员们便聚集在哥林多,在双方进行了诸多辩论后,他们决定将这一裁决未作决断地呈送给亚历山大。
ὁ μὲν οὖν Ἀντίπατρος ὁμήρους ἔλαβε τοὺς ἐπιφανεστάτους τῶν Σπαρτιατῶν πεντήκοντα, οἱ δὲ Λακεδαιμόνιοι πρέσβεις ἐξέπεμψαν εἰς τὴν Ἀσίαν,ἀξιοῦντες αὑτοῖς δοῦναι συγγνώμην ἐπὶ τοῖς ἠγνοημένοις.4
于是,安提帕特索取了五十名最显贵的斯巴达人作为人质,而拉栖代梦人则派遣使者前往亚洲,请求宽恕他们因无知而犯下的过错。
- 17.73.1ἀπὸ τούτων γενόμενος
分词 γενόμενος 与介词 ἀπό 连用,字面意思是“脱离这些事”,即指“在结束了这些事情(前章所述的波斯波利斯王宫纵火与宴饮)之后”。
- 17.73.2καταταχούμενος
动词 καταταχέω(使急迫、紧逼)的现在被动分词。在此处用以描述因亚历山大的猛烈追击而处于“被逼入绝境”或“情势紧迫”的境地,不得不匆忙逃亡。
- 17.73.5ἀκέραιον τὴν κρίσιν
形容词 ἀκέραιος(未经触动的、完好无损的)在名词 τὴν κρίσιν(裁决、决定)中作谓语性修饰,意为“使裁决保持未决状态(原封不动地)”。
- 17.73.6ἐπὶ τοῖς ἠγνοημένοις
动词 ἀγνοέω(不知、犯错)的完成时被动分词中性复数名词化形式。与表示原因或理由的介词 ἐπί(支配与格)连用,意为“针对他们(因无知而)犯下的过错”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
