- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.7.1-17.7.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
大流士起初轻视亚历山大,但在目睹其迅速崛起后整军备战并派遣门农。在介绍了伊达山的神话与自然奇观之后,记述了帕曼纽与门农等人在亚洲的军事交锋。
Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι· ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος.
大流士继承王位之初,在腓力去世之前,曾极力企图将即将到来的战争转移到马其顿。但在腓力去世后,他因轻视亚历山大的年轻,而从焦虑中解脱出来。
ἐπεὶ δʼ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν1 καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ.
然而,当亚历山大通过实际行动展现出的精力与迅速,使他得以掌控整个希腊人的霸权,并让这位年轻人的卓越才能名扬天下时,大流士这才受到事实的警醒,开始高度重视自己的军队,建造了大量三段桨船,组织起相当规模的军势,并选拔最优秀的将领,其中就包括在勇气和将帅谋略上出类拔萃的罗德岛人门农。
τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι. οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης.
国王给门农派了五千名雇佣兵,命令他进军奇齐库斯城并设法将其攻占。于是,门农率领着这些士兵穿过伊达山前进。
τὸ δʼ ὄρος τοῦτο μυθολογοῦσί τινες τυχεῖν ταύτης τῆς προσηγορίας ἀπὸ τῆς Μελισσέως Ἴδης. μέγιστον δʼ ὑπάρχον τῶν κατὰ τὸν Ἑλλήσποντον ἔχει κατὰ τὸ μέσον ἄντρον θεοπρεπές, ἐν ᾧ φασι κριθῆναι τὰς θεὰς ὑπʼ Ἀλεξάνδρου.
有人在神话中传说,这座山是得名于梅利瑟斯的女儿伊达。它是赫勒斯滂地区最大的一座山,其中部有一个适合神明的洞穴,据说女神们曾在此处接受亚历山大的裁判。
γενέσθαι δʼ ἐν τούτῳ λέγεται καὶ τοὺς Ἰδαίους Δακτύλους, οὓς σίδηρον ἐργάσασθαι πρώτους, μαθόντας τὴν ἐργασίαν παρὰ τῆς τῶν θεῶν μητρός. ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει γίνεσθαι περὶ τοῦτο τὸ ὄρος.
据说伊达山的达克特里们也诞生于此,他们是最初加工铁的人,是从众神之母那里学到这一手艺的。此外,在这座山周围还发生着一件独特而奇妙的事。
κατὰ γὰρ τὴν τοῦ κυνὸς ἐπιτολὴν ἐπʼ ἄκρας τῆς κορυφῆς διὰ τὴν νηνεμίαν τοῦ περιέχοντος ἀέρος ὑπερπετῆ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς,2 ὁρᾶσθαι δὲ τὸν ἥλιον ἔτι νυκτὸς οὔσης ἀνατέλλοντα, τὰς ἀκτῖνας οὐκ ἐν κυκλοτερεῖ σχήματι γεγραμμένον, ἀλλὰ τὴν φλόγα κατὰ πολλοὺς τόπους ἔχοντα διεσπαρμένην, ὥστε δοκεῖν πυρὰ πλείω θιγγάνειν τοῦ τῆς γῆς ὁρίζοντος.
因为在天狼星升起的时候,在山顶的最上端,由于周围空气的无风状态,山顶处于风息的更高处,而且在夜色尚未退去时就能看到太阳升起,其光芒并非呈圆形分布,而是将火焰分散在许多地方,以至于看起来像是有许多篝火接触到了大地的地平线。
μετʼ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἕως ἂν γένηται τρίπλεθρον διάστημα· καὶ τότʼ ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει.
不久之后,这些火焰聚合成一个整体,直到达到三普勒特隆的宽度;此时,随着白昼已经开始,显现出的太阳大小变得完整,从而呈现出白昼的常规状态。
ὁ δʼ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρʼ ὀλίγον αὐτῆς ἐκυρίευσεν·3 ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν.
且说门农穿过山区,突然袭击了奇齐库斯人的城市,几乎将其占领。但在企图失败后,他蹂躏了他们的土地,夺取了许多战利品。
ἅμα δὲ τούτοις πραττομένοις Παρμενίων Γρύνιον μὲν πόλιν ἑλὼν κατὰ κράτος ἐξηνδραποδίσατο, Πιτάνην δὲ πολιορκοῦντος αὐτοῦ Μέμνων ἐπιφανεὶς καὶ καταπληξάμενος τοὺς Μακεδόνας ἔλυσε τὴν πολιορκίαν.
在这些事情发生的同时,帕曼纽强攻夺取了格里尼乌姆城,并将居民卖为奴隶。但在他围攻皮塔内时,门农突然出现,使马其顿人陷入恐慌,从而解了围。
μετὰ δὲ ταῦτα Κάλλας μὲν ἔχων Μακεδόνας καὶ μισθοφόρους στρατιώτας ἐν τῇ Τρῳάδι συνῆψε μάχην πρὸς τοὺς Πέρσας, ὄντας πολλαπλασίους, καὶ λειφθεὶς ἀπεχώρησεν εἰς τὸ Ῥοίτειον. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
此后,卡拉斯率领马其顿兵和雇佣兵在特罗阿德与数量多其数倍的波斯军交战,战败后撤退到罗伊特伊翁。亚洲的局势当时便是如此。
- 17.7.2ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν
动词 ποιέω 加上不定式表示使役意义(“使……”、“致使……”)。在此处,不定式 ἀναλαβεῖν(“掌握”、“重新获得”)的逻辑主语(亚历山大)在上下文中被省略,需要根据语境补出。
- 17.7.6ὑπερπετῆ γίνεσθαι τὴν ἄκραν τῆς τῶν ἀνέμων πνοῆς
间接引语中的“对格+不定式”结构(隶属于 συμβαίνει)。τὴν ἄκραν 是对格主语,γίνεσθαι 是不定式,ὑπερπετῆ(“越过……上方飞去”)是宾语补足语。这描述了一种气象现象:山顶(τὴν ἄκραν)高于风吹的区域(属格 τῆς ... πνοῆς),因此处于无风状态。
- 17.7.8παρʼ ὀλίγον αὐτῆς ἐκυρίευσεν
介词短语 παρʼ ὀλίγον(字面意为“相差无几”)是一个惯用表达,意为“几乎”、“差一点就……”。属格 αὐτῆς 是动词 κυριεύω(“占领”、“控制”)的支配宾语。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
