- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.51.1-17.51.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
亚历山大在阿蒙神庙被祭司作为神之子迎接,他祈求关于统治世界和惩办杀父凶手的神谕,并因获得预言其神圣出身和未来无敌的回答而感到欣喜。
τοῦ δʼ Ἀλεξάνδρου διὰ τῶν ἱερέων εἰσαχθέντος εἰς τὸν νεὼν καὶ τὸν θεὸν κατανοήσαντος ὁ μὲν προφητεύων ἀνὴρ πρεσβύτερος τὴν ἡλικίαν1 προσελθὼν αὐτῷ, χαῖρε, εἶπεν, ὦ παῖ· καὶ ταύτην παρὰ τοῦ θεοῦ ἔχε τὴν πρόσρησιν.
当亚历山大被祭司们引入神殿并注视着神像时,一位年迈的先知走近他,说道:“欢迎,我的孩子,且接受这来自神明的问候吧。”
ὁ δʼ ὑπολαβών, δέχομαι, φησίν, ὦ πάτερ, καὶ τὸ λοιπὸν κεκλήσομαι σός. ἀλλʼ εἰπέ μοι εἴ μοι δίδως2 τὴν ἁπάσης τῆς γῆς ἀρχήν. τοῦ δὲ ἱερέως προσελθόντος τῷ σηκῷ καὶ τῶν ἀνδρῶν τῶν αἰρόντων τὸν θεὸν κινηθέντων τεταγμένοις τισὶ τῆς φωνῆς συμβόλοις ὁ μὲν ἀνεῖπεν βεβαίως αὐτῷ διδόναι τὸν θεὸν τὴν αἴτησιν, ὁ δʼ Ἀλέξανδρος ὑπολαβών, τὸ λοιπόν, εἶπεν, ὦ δαῖμον, ἀπόφηναί μοι τῶν ζητουμένων, εἰ πάντας ἤδη μετελήλυθα τοὺς γενομένους φονεῖς τοῦ πατρὸς ἤ τινες διαλελήθασιν.
他接话道:“我接受,父亲,从此以后我将被称作您的孩子。但是请告诉我,您是否将整座大地的统治权赐予我。”当祭司走近圣所,抬着神像的人们根据某些约定的声音信号移动时,先知便宣布神明确实应允了他的请求。亚历山大接话道:“那么,神明啊,请回答我的问题,我是否已经惩办了所有谋害我父亲的凶手,还是有人逃脱了制裁?”
ὁ δὲ προφήτης ἀνεβόησεν εὐφήμει· οὐδένα γὰρ ἀνθρώπων ὑπάρχειν τὸν δυνησόμενον ἐπιβουλεῦσαι τῷ γεννήσαντι αὐτόν,3 τοὺς δὲ τοῦ Φιλίππου φονεῖς ἅπαντας τετευχέναι τιμωρίας. τεκμήρια δʼ ἔσεσθαι τῆς ἐκ τοῦ θεοῦ γενέσεως τὸ μέγεθος4 τῶν ἐν ταῖς πράξεσι κατορθωμάτων· καὶ γὰρ πρότερον ἀήττητον αὐτὸν γεγονέναι καὶ μετὰ ταῦτʼ ἔσεσθαι διὰ παντὸς ἀνίκητον.
先知大声喊道:“别说不吉利的话!因为没有任何人能够阴谋陷害生你的父亲,而腓力的凶手们都已受到了惩罚。你由神所生的证据,将是你功业之伟大;因为你此前从未战败,往后也必将永远无敌。”
ὁ δʼ Ἀλέξανδρος ἡσθεὶς ἐπὶ τοῖς κεχρησμῳδημένοις καὶ τὸν θεὸν μεγαλοπρεπέσιν ἀναθήμασι τιμήσας ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
亚历山大对所宣告的神谕感到十分欣喜,用宏伟的奉献物尊崇了神明,随后返回了埃及。
- 17.51.1τὴν ἡλικίαν
限定宾格(accusative of respect/specification),修饰形容词 πρεσβύτερος(年长的),意为“在年龄上”。
- 17.51.2εἴ μοι δίδως
引入间接疑问句的连词 εἰ(是否),作为动词 εἰπέ(告诉)的宾语。此处使用直陈式现在时 δίδως 以表示对事实的询问。
- 17.51.3τῷ γεννήσαντι αὐτόν
意为“生他(亚历山大)的人”,指其真正的父亲阿蒙神(宙斯)。针对亚历山大前面所问的“我的父亲(腓力)”,先知使用此表达以表明凡人不可能阴谋陷害身为神明的父亲,因此喝止道“别说不吉利的话”(εὐφήμει)。
- 17.51.3τεκμήρια δʼ ἔσεσθαι... τὸ μέγεθος
间接引语中的“对格加不定式”结构(accusative and infinitive)。主语是中性单数 τὸ μέγεθος(伟大/规模),表语是复数名词 τεκμήρια(证据),意为“功业的伟大将是他由神所生的证据”。
