- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.5.1-17.5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
本章节叙述了阿塔罗斯被刺杀后亚洲马其顿军队重归稳定,并回顾了波斯王室的权力更迭:宦官巴戈伊斯先后毒杀奥科斯与阿尔塞斯,扶植大流士三世即位,并最终在阴谋败露后自食其果。
ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Ἑλλάδα διήλθομεν, μεταβιβάσομεν1 τὸν λόγον ἐπὶ τὰς κατὰ τὴν Ἀσίαν πράξεις. μετὰ γὰρ τὴν Φιλίππου τελευτὴν Ἄτταλος τὸ μὲν πρῶτον ἐπεχείρει νεωτερίζειν καὶ πρὸς Ἀθηναίους συνετίθετο κοινοπραγίαν κατʼ Ἀλεξάνδρου, ὕστερον δὲ μετανοήσας τὴν μὲν ἀποδοθεῖσαν αὐτῷ παρὰ Δημοσθένους ἐπιστολὴν τηρήσας ἀπέστειλε πρὸς Ἀλέξανδρον καὶ λόγοις φιλανθρώποις ἐπειρᾶτο τὰς καθʼ αὑτοῦ διαβολὰς ἀποτρίβεσθαι·
既然我们已经叙述完希腊的事务,我们将把叙述转向在亚洲的事迹。因为在腓力死后,阿塔罗斯最初企图发动叛乱,并与雅典人达成共同行动反对亚历山大,但后来他感到后悔,便保留了狄摩西尼送给他的信件并寄给了亚历山大,试图用友善的话语洗刷对自己的指控。
τοῦ δʼ Ἑκαταίου κατὰ τὰς τοῦ βασιλέως ἐντολὰς δολοφονήσαντος τὸν Ἄτταλον ἡ μὲν κατὰ τὴν Ἀσίαν τῶν Μακεδόνων δύναμις ἐπαύσατο τοῦ μετεωρίζεσθαι πρὸς ἀπόστασιν, τοῦ μὲν Ἀττάλου πεφονευμένου, τοῦ δὲ Παρμενίωνος οἰκειότατα διακειμένου2 πρὸς Ἀλέξανδρον.
然而,当赫卡泰乌斯按照国王的命令刺杀了阿塔罗斯之后,由于阿塔罗斯被杀,且帕曼纽对亚历山大极为忠诚,在亚洲的马其顿军队便停止了向叛乱动摇。
περὶ δὲ τῆς τῶν Περσῶν βασιλείας μέλλοντας ἡμᾶς ἀναγράφειν ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις προαναλαβεῖν τὴν ἱστορίαν. Φιλίππου γὰρ ἔτι βασιλεύοντος ἦρχε τῶν Περσῶν Ὦχος καὶ προσεφέρετο τοῖς ὑποτεταγμένοις ὠμῶς καὶ βιαίως. μισουμένου δὲ αὐτοῦ διὰ τὴν χαλεπότητα τῶν τρόπων Βαγώας ὁ χιλίαρχος, εὐνοῦχος μὲν ὢν τὴν ἕξιν, πονηρὸς δὲ καὶ πολεμικὸς τὴν φύσιν,3 ἀνεῖλε φαρμάκῳ τὸν Ὦχον διά τινος ἰατροῦ, τὸν δὲ νεώτατον τῶν υἱῶν τοῦ βασιλέως Ἀρσὴν εἰσήγαγεν εἰς τὴν βασιλείαν.
在我们即将记述波斯王权之际,有必要在时间上稍微提前重温一下这段历史。因为当腓力还在统治时,奥科斯统治着波斯人,并对臣民表现得残酷而残暴。由于他的性格苛刻而招致憎恨,千夫长巴戈伊斯——他体质上是阉人,但天性邪恶且好战——通过某个医生用毒药杀害了奥科斯,并让国王最小的儿子阿尔塞斯登上了王位。
ἀνεῖλε δὲ καὶ τοὺς ἀδελφοὺς τοῦ βασιλέως, ὄντας νέους παντελῶς, ὅπως μονωθεὶς ὁ νεανίσκος μᾶλλον ὑπήκοος αὐτῷ γένηται. τοῦ δὲ μειρακίου ταῖς γενομέναις παρανομίαις προσκόπτοντος καὶ φανεροῦ καθεστῶτος ὅτι τιμωρήσεται τὸν αὐθέντην τῶν ἀνομημάτων φθάσας αὐτοῦ τὰς ἐπιβουλὰς4 ὁ Βαγώας ἀνεῖλε τὸν Ἀρσὴν μετὰ τῶν τέκνων τρίτον ἔτος ἤδη βασιλεύοντα.
他还杀害了国王的兄弟们,他们还完全年轻,以便让这个孤立的年轻人对他更加顺从。但是,当这个青年对所发生的违法行为感到愤慨,并显露出他将惩罚这些罪行的始作俑者时,巴戈伊斯先发制人,在其统治的第三年,将阿尔塞斯连同他的孩子们一起杀害。
ἐρήμου δʼ ὄντος τοῦ βασιλέως οἴκου καὶ μηδενὸς ὄντος τοῦ κατὰ γένος διαδεξομένου τὴν ἀρχήν, προχειρισάμενος ἕνα τῶν φίλων Δαρεῖον ὄνομα τούτῳ συγκατεσκεύασε τὴν βασιλείαν. οὗτος δʼ ἦν υἱὸς μὲν Ἀρσάνου τοῦ Ὀστάνου, ὃς ἦν ἀδελφὸς Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύσαντος.
由于王室断绝,且没有血亲可以继承王权,巴戈伊斯挑选了名叫大流士的一位朋友,并帮他确立了王位。这位大流士是奥斯塔内斯的儿子阿尔萨内斯之子,而奥斯塔内斯是曾统治波斯的亚塔薛西斯的兄弟。
ἴδιον δέ τι συνέβη περὶ τὸν Βαγώαν γενέσθαι καὶ μνήμης ἄξιον· χρώμενος γὰρ τῇ συνήθει μιαιφονίᾳ τὸν Δαρεῖον ἐπεβάλετο διὰ φαρμακείας ἀνελεῖν· μηνυθείσης δὲ τῆς ἐπιβουλῆς ὁ βασιλεὺς ὡς ἐπί τινι φιλανθρωπίᾳ5 προσκαλεσάμενος τὸν Βαγώαν καὶ δοὺς τὸ ποτήριον ἠνάγκασε πιεῖν τὸ φάρμακον.
发生了一件关于巴戈伊斯的奇特且值得纪念的事:他出于一贯的杀戮习性,企图通过下毒杀害大流士。但在阴谋败露后,国王仿佛要表示某种善意似的召来巴戈伊斯,递过杯子,强迫他喝下了毒药。
- 17.5.1μεταβιβάσομεν
动词 μεταβιβάσομεν 是将来时直陈语气,在此用作“叙事性将来时”(editorial future),表示作者决定将叙事主题从希腊转向亚洲。
- 17.5.2τοῦ μὲν Ἀττάλου πεφονευμένου, τοῦ δὲ Παρμενίωνος οἰκειότατα διακειμένου
这两个由 μὲν... δέ 并列的属格独立结构,解释了主句动词 ἐπαύσατο(停止)的直接原因和背景,即因为阿塔罗斯被杀,且帕曼纽保持忠诚。
- 17.5.3εὐνοῦχος μὲν ὢν τὴν ἕξιν, πονηρὸς δὲ καὶ πολεμικὸς τὴν φύσιν
τὴν ἕξιν(关于体质)与 τὴν φύσιν(关于天性)是关系宾格(或称限定宾格),用于限定分词 ὢν 及形容词 πονηρὸς δὲ καὶ πολεμικὸς 的适用范围。
- 17.5.4φθάσας αὐτοῦ τὰς ἐπιβουλὰς
动词 φθάνω 带有宾格(αὐτοῦ τὰς ἐπιβουλὰς),意为“先于”、“先发制人”。此处指巴戈伊斯在阿尔塞斯采取报复行动之前就抢先动手。
- 17.5.6ὡς ἐπί τινι φιλανθρωπίᾳ
连词 ὡς 修饰介词短语 ἐπί τινι φιλανθρωπίᾳ(出于某种善意),表示主语(国王)所伪装的意图或表面现象,译为“仿佛”、“假装”。
