← 西西里的狄奥多罗斯

历史丛书

§17.29.1-17.29.4

门农的爱琴海反攻与骤逝

在雅典执政官尼科克拉特斯任内,大流士任命门农为总指挥发起反击。门农攻占了希奥斯和莱斯沃斯各城,引发希腊的局势动荡,但他的因病猝逝使波斯的反攻计划彻底破灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.29.1

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικοκράτους1 ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξατο Καίσων Οὐαλλέριος καὶ Λεύκιος Παπίριος. ἐπὶ δὲ τούτων Δαρεῖος χρημάτων πλῆθος ἐξέπεμψε τῷ Μέμνονι καὶ τοῦ πολέμου παντὸς ἀπέδειξε στρατηγόν.

在尼科克拉特斯担任雅典执政官期间,凯索·瓦莱里乌斯和卢修斯·帕皮里乌斯在罗马接任了执政官之职。在他们任内,大流士向门农送去了大笔资金,并任命他为整场战争的总指挥。

§17.29.2

ὁ δὲ μισθοφόρων πλῆθος ἀθροίσας καὶ τριακοσίας ναῦς πληρώσας ἐνεργῶς διῴκει τὰ κατὰ τὸν πόλεμον. Χῖον μὲν οὖν προσηγάγετο· πλεύσας δʼ ἐπὶ Λέσβον Ἄντισσαν μὲν καὶ Μήθυμναν καὶ Πύρραν καὶ Ἐρεσσὸν ῥᾳδίως ἐχειρώσατο, τὴν δὲ Μιτυλήνην μεγάλην οὖσαν καὶ παρασκευαῖς μεγάλαις καὶ πλήθει τῶν ἀμυνομένων ἀνδρῶν κεχορηγημένην2 πολλὰς ἡμέρας πολιορκήσας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλὼν μόγις εἷλε κατὰ κράτος.

门农招募了大量雇佣军,装备了三百艘战船,积极展开战争行动。于是,他首先使希奥斯归顺;接着航行到莱斯沃斯,轻易征服了安蒂萨、梅塞姆纳、皮拉和埃雷索斯。然而,米蒂利尼是一座大城,防备严密且有大批守军,他在围攻多日并损失了许多士兵后,才艰难地以武力攻克了它。

§17.29.3

εὐθὺ δὲ τῆς περὶ τὸν στρατηγὸν ἐνεργείας διαβοηθείσης αἱ πλείους τῶν Κυκλάδων νήσων διεπρεσβεύοντο. προσπεσούσης δὲ φήμης εἰς τὴν Ἑλλάδα διότι Μέμνων μετὰ τοῦ στόλου μέλλει πλεῖν ἐπʼ Εὐβοίας αἱ μὲν κατὰ τὴν νῆσον ταύτην πόλεις περίφοβοι καθειστήκεισαν, οἱ δὲ τὰ τῶν Περσῶν αἱρούμενοι τῶν Ἑλλήνων, ἐν οἷς ὑπῆρχον καὶ Σπαρτιᾶται, μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο πρὸς καινοτομίαν.3

这位将军的积极行动很快传开,基克拉泽斯群岛的大多数岛屿都派来使节。当谣言传到希腊,称门农将率领舰队驶向优卑亚时,该岛上的城市陷入了极大的恐慌,而在希腊人中支持波斯一方的人(其中也包括斯巴达人),则因期盼政局变革而满怀希望、蠢蠢欲动。

§17.29.4

ὁ δὲ Μέμνων χρήμασι διαφθείρων πολλοὺς τῶν Ἑλλήνων ἔπεισε κοινωνεῖν τῶν Περσικῶν ἐλπίδων. οὐ μὴν ἡ τύχη γʼ εἴασεν ἐπὶ πλέον προελθεῖν τὴν τἀνδρὸς ἀρετήν·4 ὁ γὰρ Μέμνων περιπεσὼν ἀρρωστίᾳ καὶ πάθει παραβόλῳ συσχεθεὶς μετήλλαξε καὶ τῇ τούτου τελευτῇ συνετρίβη καὶ τὰ τοῦ Δαρείου πράγματα.

门农用金钱收买了许多希腊人,说服他们参与到波斯的宏图之中。然而,命运并未允许这个人的卓越才干得到进一步的发挥;因为门农染上疾病,被突如其来的剧症夺去了生命,而随着他的去世,大流士的事业也遭到了沉重打击。

语法注4 条
  1. 17.29.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Νικοκράτους

    “当尼科克拉特斯在雅典担任执政官时”,采用介词 ἐπί 加属格分词的结构。雅典执政官的名字是古希腊历史编纂中标准的纪年方式。

  2. 17.29.2κεχορηγημένην

    动词 χορηγέω(供给、装备)的完成时被动分词阴性单数宾格。它与前文的 τὴν δὲ Μιτυλήνην 一致并修饰之。伴随表示手段的与格 παρασκευαῖς μεγάλαις 和 πλήθει...,意为“装备了大量的防御准备和人马”。

  3. 17.29.3μετέωροι ταῖς ἐλπίσιν ἐγίνοντο πρὸς καινοτομίαν

    形容词 μετέωρος(悬空的、悬而未决的)在此用于描述精神上的兴奋或“因期待而蠢蠢欲动”的状态。与格 ταῖς ἐλπίσιν 起关系与格作用(“在希望方面”),而 πρὸς καινοτομίαν 则指明方向或目的(“走向政治变革或叛乱”)。

  4. 17.29.4τὴν τἀνδρὸς ἀρετήν

    冠词 τοῦ 与名词属格 ἀνδρός(源自 ἀνήρ)发生混音(crasis)形成 τἀνδρὸς。在此语境中,ἀρετή 并非指道德上的美德,而是指作为将领的“才干”或“杰出能力”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.29.1-17.29.4