- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.118.1-17.118.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
叙述了安提帕特毒杀亚历山大的传言及其子卡山德的敌对行为,以及因哀悼而绝食致死的西绪甘比丝,并以此总结了第17卷。
φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπʼ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατʼ αὐτοῦ διαβολάς, ὕστερον δʼ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι,1 πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος· πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον2 δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ.
因为据他们所说,被留任为欧洲统帅的安提帕特与国王的母亲奥林匹亚丝发生了冲突。起初,由于亚历山大并不相信针对他的那些谗言,他便对奥林匹亚丝不予理会;但后来,随着敌意不断加深,而国王又因对神明虔诚而事事顺从母亲,安提帕特便表现出许多对国王的疏离与敌意。此外,帕曼纽和菲罗塔斯的被杀使国王的友人们人人自危,于是安提帕特便通过自己担任斟酒官的儿子,给国王服下了致命的毒药。
μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην3 καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας. φανερὸν δὲ γεγονέναι Κάσανδρον διʼ αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι· τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπʼ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς.
据说,在国王死后,由于安提帕特成为欧洲最有权势的人,随后其子卡山德继承了王位,许多历史学家便不敢写下关于下毒之事。但卡山德通过其自身的实际行动,表明了他对亚历山大所留事业的极度敌视:他不仅杀害了奥林匹亚丝并曝尸不葬,还以极大的热忱重建了曾被亚历山大夷为平地的底比斯。
μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις ἡ Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς4 πρὸς τροφὴν ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν.
在国王死后,大流士的母亲西绪甘比丝深切哀悼亚历山大的逝世和自身的孤立无依。在走到生命的终点时,她绝食五日而终,虽然满怀悲伤,但也体面地结束了一生。
ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.
至此,我们已叙述完亚历山大的逝世,按照本书开头所拟定的计划,我们将在随后的几卷中竭力记述其继业者们的事迹。
- 17.118.1τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι
这是一个属格绝对结构,与前文的 ὕστερον δʼ αἰεὶ τῆς ἔχθρας αὐξομένης 并列,用作解释背景情况的状语从句。它作为插入成分,解释了主句不定式 διδόναι(其主语为宾格的 Ἀντίπατρον)的原因。
- 17.118.1διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον
此处所说的“自己的儿子”指的是担任亚历山大斟酒官的伊奥拉斯(Iollas)。分词 τεταγμένου 修饰 υἱοῦ,表示他被“委派在酒杯旁”(即担任斟酒的职务)。
- 17.118.2μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην
单数属格分词 ἰσχύσαντος 的 语义主语虽未明言,但从上文语境看显然是指安提帕特,这同样构成了一个属格绝对结构。
- 17.118.3ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς
单词 γραμμή 指赛跑场等场所的“起跑线”或“终点线”。在此处,它被用作比喻,意为生命的终点,即“在生命的最后阶段”或“临终之际”。
