← 西西里的狄奥多罗斯

历史丛书

§17.114.1-17.114.5

悼念赫菲斯提翁与空前的葬礼筹备

亚历山大对赫菲斯提翁的去世深表哀痛,并筹备了空前规模的葬礼,赞颂亡友为独一无二的存在。与此同时,筹备期间颁布的命令和各种不祥之兆预示着国王自身的死亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.114.1

ἀπολύσας δὲ τὰς πρεσβείας περὶ τὴν ταφὴν ἐγίνετο τοῦ Ἡφαιστίωνος. τοσαύτην δὲ σπουδὴν ἐποιήσατο πρὸς τὴν τῆς ἐκφορᾶς ἐπιμέλειαν ὥστε μὴ μόνον τὰς προγεγενημένας παρʼ ἀνθρώποις ταφὰς ὑπερβαλέσθαι, ἀλλὰ καὶ τοῖς ἐσομένοις μηδεμίαν ὑπέρθεσιν1 καταλιπεῖν. καὶ γὰρ ἠγάπησεν αὐτὸν μάλιστα τῶν ἐν στοργῇ φίλων δοξαζομένων καὶ μετὰ τὴν τελευτὴν ἐτίμησεν αὐτὸν ἀνυπερβλήτως. ζῶντα μὲν γὰρ προετίμησε πάντων τῶν φίλων, καίπερ Κρατεροῦ φιλίαν ἔχοντος ἐνάμιλλον.

在遣散了使节之后,他致力于筹备赫菲斯提翁的丧礼。他对于葬礼的准备倾注了极大的热忱,以至于不仅超越了人类历史上曾举行过的所有丧礼,而且也没有给未来的丧礼留下任何超越的余地。因为在所有被视为亲爱友人的同伴中,他最深爱他,并在他死后给予了他无比尊崇的敬意。当他还在世时,他便在所有朋友中最为器重他,尽管克拉特鲁斯拥有着与之抗衡的友谊。

§17.114.2

ἐπεὶ γάρ τις τῶν ἑταίρων εἶπεν μηδὲν καταδεέστερον Ἡφαιστίωνος τὸν Κρατερὸν στέργεσθαι, ἐπεφθέγξατο Κρατερὸν μὲν γὰρ εἶναι φιλοβασιλέα, Ἡφαιστίωνα δὲ φιλαλέξανδρον. τῆς δὲ Δαρείου μητρὸς κατὰ τὴν πρώτην ἔντευξιν διὰ τὴν ἄγνοιαν προσκυνούσης τὸν Ἡφαιστίωνα ὡς ὄντα βασιλέα καὶ μετὰ τὴν ἐπίγνωσιν διατρεπομένης εἶπεν, μηδὲν φροντίσῃς, ὦ μῆτερ· καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρος.

因为当他的一个同伴说克拉特鲁斯受到的关爱一点也不亚于赫菲斯提翁时,他便宣称克拉特鲁斯是“国王之友”,而赫菲斯提翁则是“亚历山大之友”。并且,在大流士的母亲在第一次会见时,由于不了解情况,将赫菲斯提翁误认为国王而向其行礼,并在得知真相后感到惶恐,他说:“母亲,请不必担心,因为这个人也是亚历山大。”

§17.114.3

καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παρρησίας ὡς τῆς Ὀλυμπιάδος2 ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα. “καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει· εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει·3 οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων.”

总的来说,赫菲斯提翁分享了如此巨大的权力和友谊所赋予的直言权,以至于由于奥林匹亚斯因嫉妒而对他抱有敌意,并在信中相当严厉地指责他并威胁他,他不仅在其他事情上以责备的口吻回信,甚至在信的末尾写下了这样的话: “请停止对我们的诽谤,不要愤怒,也不要威胁。否则,我们对您的关切将变得微不足道。因为您知道,亚历山大优于所有人。”

§17.114.4

ὁ δʼ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον, πᾶσι δὲ τοῖς κατὰ τὴν Ἀσίαν οἰκοῦσι προσέταξεν τὸ παρὰ τοῖς Πέρσαις ἱερὸν πῦρ καλούμενον ἐπιμελῶς σβέσαι, μέχρι ἂν τελέσῃ τὴν ἐκφοράν· τοῦτο δὲ εἰώθασιν οἱ Πέρσαι ποιεῖν κατὰ τὰς τῶν βασιλέων τελευτάς.

总之,国王在筹备葬礼时,命令邻近的城市根据各自的能力为葬礼的装饰做出贡献,并命令所有居住在亚洲的人仔细熄灭在波斯人中被称为“圣火”的火焰,直到他完成葬礼为止。这是波斯人在其国王去世时习惯做的事情。

§17.114.5

τὸ δὲ πλῆθος χαλεπὸν οἰωνὸν ἐτίθετο τὸ πρόσταγμα καὶ τὸ θεῖον ὑπελάμβανον προσημαίνειν τὸν τοῦ βασιλέως θάνατον. ἐγένετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα προδηλοῦντα τὴν Ἀλεξάνδρου τελευτήν, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν, ὅταν τὸν περὶ τῆς ἐκφορᾶς λόγον ἀποδῶμεν.

然而,民众将这一命令视为不祥之兆,并认为神灵正预示着国王的死亡。还发生了其他奇特的前兆,预示着亚历山大的去世,关于这些,我们将在稍后完成关于葬礼的叙述后再作说明。

语法注3 条
  1. 17.114.1ὑπέρθεσιν

    名词 ὑπέρθεσις 通常意为“延迟”或“推迟”,但在此处它承接了同源动词 ὑπερβάλλω(超越)的意思,表示“超越”或“更胜一筹的余地”。与格的 τοῖς ἐσομένοις(未来分词阳性复数,意为“后世之人”)表示这种超越作用所指向的对象。

  2. 17.114.3ὡς τῆς Ὀλυμπιάδος

    在主句 ὁ Ἡφαιστίων ... ἐκοινώνει ... 的背景下,ὡς 引导了一个表示主观原因的属格独立结构(τῆς Ὀλυμπιάδος ἀλλοτρίως ἐχούσης...)。紧接着,出现了不定式 γράψαι 和 θεῖναι,它们在 τοσαύτης ... ὡς(其功能相当于 ὥστε)的相关结构下形成了结果从句。这是一种复杂的句法结构,其中通过属格独立结构进行的原因解释与通过不定式进行的结果描述在 ὡς 的介导下相互交织。

  3. 17.114.3μετρίως ἡμῖν μελήσει

    这是一个无人称句构,使用了无人称动词 μέλει 的将来时 μελήσει 配合与格的 ἡμῖν。字面意思是“这对我们来说将只具有温和的意义”,但在上下文语境中,它作为对奥林匹亚斯的强烈警告或威胁,隐喻着“我们绝不会再顾及你”或“我们绝不会姑息你”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.114.1-17.114.5