← 西西里的狄奥多罗斯

历史丛书

§16.arg.0

腓力二世统治时期的卷目录

第16卷的目录。详列了从马其顿国王腓力二世的崛起与即位、第三次神圣战争的经过、提摩莱昂在西西里的活动,直到腓力遇刺这一时期的主要历史事件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
0

​τάδε ἔνεστιν ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Διοδώρου ἱστορικῶν βίβλων. ὡς1 Φίλιππος ὁ Ἀμύντου παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν. ὡς Ἀργαῖον ἀντιποιούμενον2 τῆς βασιλείας ἐνίκησεν. ὡς Ἰλλυριοὺς καὶ Παίονας καταπολεμήσας ἐκτήσατο τὴν προγονικὴν ἀρχήν. περὶ τῆς ἀνανδρίας τοῦ νεωτέρου Διονυσίου καὶ τῆς Δίωνος φυγῆς. κτίσις Ταυρομενίου κατὰ τὴν Σικελίαν. τὰ πραχθέντα κατὰ τὴν Εὔβοιαν καὶ κατὰ τὸν συμμαχικὸν πόλεμον. πολιορκία Ἀμφιπόλεως ὑπὸ Φιλίππου καὶ ἅλωσις. ὡς Φίλιππος τοὺς Πυδναίους ἐξανδραποδισάμενος τὰ χρύσεια μέταλλα κατεσκεύασεν. ὡς Δίων ἐλευθερώσας τοὺς Συρακουσίους Διονύσιον κατεπολέμησεν. ὡς ἐκπεσὼν ἐκ τῆς πατρίδος πάλιν ἀνεκτήσατο τὰς Συρακούσας. κατάλυσις συμμαχικοῦ πολέμου. συνδρομὴ τριῶν βασιλέων ἐπὶ Φίλιππον. ὡς Φιλόμηλος ὁ Φωκεὺς τοὺς Δελφοὺς καὶ τὸ μαντεῖον καταλαβόμενος τὸν ἱερὸν πόλεμον ἐξέκαυσεν. περὶ τῆς ἐξ ἀρχῆς εὑρέσεως τοῦ μαντείου. Φιλομήλου τοῦ Φωκέως ἧττα καὶ θάνατος. Ὀνομάρχου παράληψις τῆς ἀρχῆς καὶ παρασκευὴ πρὸς πόλεμον. ὡς Βοιωτοὶ Ἀρταβάζῳ βοηθήσαντες ἐνίκησαν τοὺς βασιλέως σατράπας. ὡς Ἀθηναῖοι Χερρονήσου κρατήσαντες κατεκληρούχησαν3 αὐτήν. ὡς Φίλιππος Μεθώνην ἑλὼν κατέσκαψεν. ὡς Φίλιππος Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας. ὡς Ὀνόμαρχος ὁ Φωκεὺς Φίλιππον δυσὶ μάχαις νικήσας εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγεν. ὡς Ὀνόμαρχος Βοιωτοὺς νικήσας Κορώνειαν εἷλεν. ὡς Ὀνόμαρχος ἐν Θετταλίᾳ παραταξάμενος πρὸς Φίλιππον καὶ Θετταλοὺς ἡττήθη. ὡς αὐτὸς μὲν ἐκρεμάσθη, οἱ δʼ ἄλλοι κατεποντίσθησαν ὡς ἱερόσυλοι. ὡς Φάυλλος διαδεξάμενος τὴν ἀρχὴν πολλὰ τῶν ἀργυρῶν καὶ χρυσῶν ἀναθημάτων κατέκοψεν. ὡς τὰς μισθοφορίας ἀναβιβάσας ἤθροισε μισθοφόρων πλῆθος. ὡς τεταπεινωμένα τὰ τῶν Φωκέων πράγματα διωρθώσατο. ὡς χρήμασι διαφθείρων τὰς πόλεις καὶ τοὺς προεστηκότας αὐταῖς πολλοὺς προσελάβετο συμμάχους. ὡς οἱ τῶν Φεραίων τύραννοι παραδόντες Φιλίππῳ τὰς Φερὰς Φωκέων ἐγένοντο σύμμαχοι. μάχη Φωκέων πρὸς Βοιωτοὺς περὶ Ὀρχομενὸν καὶ ἧττα Φωκέων. ἄλλαι μάχαι τοῖς αὐτοῖς παρὰ τὸν Κηφισὸν καὶ Κορώνειαν καὶ νίκη Βοιωτῶν. ὡς Φάυλλος στρατεύσας εἰς τὴν Λοκρίδα πολλὰς πόλεις ἐχειρώσατο. ὡς Φάυλλος νόσῳ περιπεσὼν φθινάδι τὸν βίον ἐπιπόνως κατέστρεψεν. ὡς Φάλαικος διαδεξάμενος τὴν ἀρχὴν καὶ ἀγεννῶς διοικῶν τὸν πόλεμον ἐξέπεσεν. ὡς οἱ κατὰ τὴν Πελοπόννησον ἐστασίασαν. ὡς Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἀνεκτήσατο Αἴγυπτον καὶ Φοινίκην καὶ Κύπρον. ὡς Φίλιππος τὰς Χαλκιδικὰς πόλεις προσαγαγόμενος τὴν ἐπισημοτάτην πόλιν κατέσκαψεν. ζήτησις τῶν ἀναλωθέντων ἱερῶν χρημάτων καὶ κόλασις τῶν νοσφισαμένων.4 ὡς οἱ καταφυγόντες εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος Φωκεῖς ὄντες πεντακόσιοι παραδόξως ἅπαντες ὑπὸ πυρὸς διεφθάρησαν. ὡς ὁ Φωκικὸς πόλεμος κατελύθη. ὡς οἱ μετασχόντες τῆς ἱεροσυλίας τοῖς Φωκεῦσιν ἅπαντες ὑπὸ θείας τινὸς ἐνεργείας ἐκολάσθησαν. Τιμολέοντος κατάπλους εἰς Σικελίαν καὶ αἱ πράξεις αὐτοῦ μέχρι τῆς τελευτῆς. Περίνθου καὶ Βυζαντίου πολιορκία ὑπὸ Φιλίππου. Φιλίππου παράταξις πρὸς Ἀθηναίους ἐν Χαιρωνείᾳ καὶ ἧττα Ἀθηναίων. ὡς οἱ Ἕλληνες αὐτοκράτορα στρατηγὸν εἵλοντο Φίλιππον. ὡς Φίλιππος μέλλων διαβαίνειν εἰς τὴν Ἀσίαν ἀνῃρέθη.

狄奥多罗斯《历史丛书》第十六卷包含以下内容: 亚敏塔斯之子腓力如何继承了马其顿人的王位。 他如何击败了争夺王位的阿尔盖乌斯。 他如何通过战争征服伊利里亚人和派奥尼亚人,夺回了祖传的统治权。 关于年轻的狄奥尼修斯的懦弱以及迪翁的流亡。 西西里岛陶罗米尼乌姆城的建立。 在优卑亚和同盟战争期间所发生的事。 腓力对安菲波利斯的围攻及其攻陷。 腓力如何奴役了皮德纳人并开发了金矿。 迪翁如何解放了叙拉古人并与狄奥尼修斯交战。 他在被逐出祖国后,如何重新夺回了叙拉古。 同盟战争的结束。 三王联合对抗腓力。 福基斯人菲洛梅洛斯如何占领了德尔斐和神谕所,从而点燃了神圣战争。 关于神谕所最初是如何被发现的。 福基斯人菲洛梅洛斯的败北与死亡。 奥诺马库斯接掌指挥权及备战。 玻俄提亚人如何援助阿尔塔巴佐斯,击败了波斯国王的萨特拉普们。 雅典人如何占领了赫尔松尼苏斯,并将其分配给殖民者。 腓力如何攻克美索涅并将其夷为平地。 腓力如何击败福基斯人并将他们逐出色萨利。 福基斯人奥诺马库斯如何通过两次战役击败腓力,将其置于极大的危险之中。 奥诺马库斯如何击败玻俄提亚人并攻克科罗尼亚。 奥诺马库斯在色萨利如何布阵对抗腓力和色萨利人并被击败。 他自己如何被绞死,而其他的人作为掠夺神庙者被淹死在海中。 法尤鲁斯接掌指挥权后,如何将许多金银奉献物熔化铸币。 他如何提高佣兵的军饷,聚集了大量的雇佣军。 他如何重振了陷入低谷的福基斯人的局势。 他如何用金钱收买诸城市及其领导人,拉拢了许多同盟者。 费赖的僭主们在向腓力交出费赖后,如何成为了福基斯人的同盟者。 福基斯人在奥尔霍迈诺斯附近对抗玻俄提亚人的战斗,以及福基斯人的败北。 相同交战双方在基菲索斯河和科罗尼亚附近的其它战斗,以及玻俄提亚人的胜利。 法尤鲁斯如何远征洛克里斯,征服了许多城市。 法尤鲁斯如何染上消耗性疾病,在痛苦中结束了生命。 法莱科斯接掌指挥权后,如何因懦弱无能地进行战争而被驱逐。 伯罗奔尼撒的居民如何陷入了内讧。 绰号奥胡斯的阿尔塔薛西斯如何重新夺回了埃及、腓尼基和塞浦路斯。 腓力在拉拢了哈尔基迪凯的诸城市后,如何将其中最著名的一座城市夷为平地。 对被挥霍的神圣资金的调查,以及对挪用者的惩罚。 逃入阿波罗神庙避难的五百名福基斯人如何出人意料地全部被火烧死。 福基斯战争如何结束。 与福基斯人一同参与掠夺神庙的所有人如何因某种神圣力量的作用而受到惩罚。 提摩莱昂航行至西西里以及他直到去世为止的事迹。 腓力对佩林苏斯和拜占庭的围攻。 腓力在喀罗尼亚对抗雅典人的会战以及雅典人的败北。 希腊人如何选举腓力为全权将军。 腓力在正要渡海前往亚洲时如何被刺杀。

语法注4 条
  1. 16.arg.0ὡς

    目录中屡次使用的连词 ὡς 引导间接疑问从句,表示“如何……”。它与名词性短语(如 περὶ... 或 κτίσις...)并列使用,简洁地标示了该卷所涵盖的主要主题和历史事件。

  2. 16.arg.0ἀντιποιούμενον

    动词 ἀντιποιέομαι(中/被动态)的现在分词,支配属格 τῆς βασιλείας 作为宾语,意为“声索”或“争夺王位”。此处修饰阿尔盖乌斯的行动,他是一个与腓力对抗、争夺马其顿王位的王位声索者。

  3. 16.arg.0κατεκληρούχησαν

    动词 κατακληρουχέω 是一个历史专业术语,指古代雅典建立“军事殖民地(cleruchy)”的政策,即把征服的土地划分为份地并分配给雅典公民(cleruchs)。它表明的不仅是物理占领,更是制度性的土地分配。

  4. 16.arg.0νοσφισαμένων

    中动态动词 νοσφίζομαι(侵吞、据为己有)的不定过去分词属格复数形式,带冠词作名词性使用,意为“挪用者/侵吞者”。此处指那些私自挪用德尔斐神庙神圣资金的福基斯人领袖。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.arg.0