- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.90.1-16.90.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
记述了西西里的提摩莱隆去世、叙拉古人为其举行盛大葬礼并宣读决议,以及阿里奥巴尔赞斯之死和罗马人在苏埃萨附近的胜利。
κατὰ δὲ τὴν Σικελίαν Τιμολέων ὁ Κορίνθιος ἅπαντα τοῖς Συρακοσίοις καὶ τοῖς Σικελιώταις κατωρθωκὼς ἐτελεύτησε, στρατηγήσας ἔτη ὀκτώ. οἱ δὲ Συρακόσιοι μεγάλως ἀποδεδεγμένοι τὸν ἄνδρα διά τε τὴν ἀρετὴν καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν μεγαλοπρεπῶς ἔθαψαν αὐτὸν καὶ κατὰ τὴν ἐκφορὰν ἀθροισθέντος τοῦ πλήθους τόδε τὸ ψήφισμα ἀνηγόρευσεν ὁ Δημήτριος ὃς ἦν μεγαλοφωνότατος τῶν τότε κηρύκων· ἐψήφισται ὁ δᾶμος τῶν Συρακοσίων Τιμολέοντα Τιμαινέτου Κορίνθιον τόνδε θάπτειν1 μὲν ἀπὸ διακοσιᾶν μνᾶν,2 τιμᾶσθαι δὲ εἰς τὸν ἅπαντα χρόνον ἀγώνεσσι μουσικοῖς καὶ ἱππικοῖς καὶ γυμνικοῖς, ὅτι τοὺς τυράννους καταλύσας καὶ τοὺς βαρβάρους καταπολεμήσας καὶ τὰς μεγίστας τῶν Ἑλληνίδων πόλεων ἀνοικίσας αἴτιος ἐγενήθη τᾶς ἐλευθερίας τοῖς Σικελιώταις.
在西西里,科林斯人提摩莱隆在为叙拉古人和西西里希腊人成功整顿好一切事务后去世,他共担任了八年的统帅。叙拉古人因他的美德和恩惠的伟大而对他极为敬重,因而为他举行了盛大的葬礼。在葬礼上,当群众聚集在一起时,当时传令官中声音最洪亮的德米特里乌斯宣读了如下决议:“叙拉古人民决议,以二百米纳的费用安葬这位提迈内托斯之子、科林斯人提摩莱隆,并永远以音乐、马术和体育竞技来纪念他,因为他推翻了僭主,击败了蛮族,重建了希腊人最伟大的诸城市,从而成为西西里希腊人获得自由的功臣。”
περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀριοβαρζάνης μὲν ἐτελεύτησεν βασιλεύσας ἔτη εἴκοσι καὶ ἕξ, τὴν δὲ βασιλείαν διαδεξάμενος Μιθριδάτης ἦρξεν ἔτη πέντε πρὸς τοῖς τριάκοντα. Ῥωμαῖοι δὲ πρὸς Λατίνους καὶ Καμπανοὺς παραταξάμενοι3 περὶ πόλιν Σούεσσαν ἐνίκησαν καὶ τῶν ἡττηθέντων μέρος τῆς χώρας ἀφείλοντο. ὁ δὲ κατωρθωκὼς τὴν μάχην Μάλλιος ὁ ὕπατος ἐθριάμβευσεν.
大约在同一时间,阿里奥巴尔赞斯在统治了二十六年之后去世,继承王位的米特里达梯统治了三十五年。罗马人在苏埃萨城附近与拉丁人和坎帕尼亚人列阵交战,击败了他们,并没收了战败者部分国土。成功指挥这场战役的执政官曼利乌斯举办了凯旋式。
- 16.90.1ἐψήφισται ὁ δᾶμος ... θάπτειν
动词 ἐψήφισται 为完成被动态第三人称单数(“已决议”),但此处却带有主格主语 ὁ δᾶμος(人民)并接不定式 θάπτειν(安葬),展现了主动与被动句式的混杂。
- 16.90.1διακοσιᾶν μνᾶν
采用多利亚方言(相当于雅典方言的 διακοσίων μνῶν)。介词 ἀπό 表示费用的来源或支出(“以……的费用”)。
- 16.90.2παραταξάμενος
分词为单数主格(παραταξάμενος),而主语却是复数名词 Ῥωμαῖοι(罗马人),在语法数上不一致。这通常被理解为抄写错误,应为复数形式 παραταξάμενοι。
