- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.81.1-16.81.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
战斗结束后,提摩莱翁将丰厚的战利品赏赐给士兵,而被击败的迦太基人艰难地逃回莉莉贝乌姆。迦太基城内陷入恐慌,开始招募雇佣兵并寻求和平。
πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων1 διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρʼ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.
由于夺取了许多财宝,因为迦太基人拥有大量的金银杯子,此外还有因其财富之巨而显得非凡的其他装饰品,(提摩莱翁)允许士兵们拥有所有这些,作为他们英勇的奖赏。
τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δʼ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδʼ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους.2
在战斗中逃脱危险的迦太基人,艰难地逃到了莉莉贝乌姆。如此巨大的惊恐和害怕笼罩着他们,以至于他们不敢登船,也不敢启航前往利比亚,认为由于神明对他们的敌意,他们会被利比亚海所吞没。
οἱ δʼ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπʼ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν.
迦太基城内的人们听闻这场灾难的严重性,精神上彻底崩溃,并认为提摩莱翁会立即率领军队向他们进攻。于是,他们立即召回了被流放的汉诺之子吉斯孔,并任命他为将军,因为他被认为在勇气和将才上都出类拔萃。
αὐτοὶ δʼ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας· ὑπακούσεσθαι δʼ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφʼ οἷς ἂν ᾖ δυνατὸν3 συνθέσθαι τὴν εἰρήνην.
他们自己决定不以公民的生命去冒险,而是招募异族的雇佣兵,特别是希腊人;他们认为,由于高额的军饷和迦太基的富庶,会有很多人响应他们的征召。他们向西西里派出了合适的使节,命令他们以一切可能的条件达成和平。
- 16.81.1πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων
独立属格(genitive absolute)句。虽然整个句子的主语在此句中未明确说明,但从上下文来看,行动的主体是提摩莱翁(或他所率领的希腊军队)。
- 16.81.2ὡς ... καταποθησομένους
带有连词 ὡς 的将来分词 καταποθησομένους(被动语态)与主句中的宾格代名词 αὐτούς(生还的迦太基人)一致,表示他们主观的预期或信念(“以为他们会……”)。
- 16.81.4ἐφʼ οἷς ἂν ᾖ δυνατὸν
关系条件从句,关系代词 ὅς 前置介词 ἐπί(表示条件,“在……的条件下”),后接带有 ἄν 的虚拟语气 ᾖ。
