← 西西里的狄奥多罗斯

历史丛书

§16.69.1-16.69.8

提摩莱翁控制叙拉古与腓力的远征

在提及雅典和罗马的执政官以及卡里亚的继位之后,文中描述了叙拉古复杂的对峙局势如何转向有利于提摩莱翁,使其成功控制该城。同时,记录了马其顿的腓力二世在伊利里亚和色萨利的成功远征及同盟扩张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.69.1

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος. ἐπὶ δὲ τούτων1 Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.

在雅典执政官吕基斯科斯任内,罗马人选举马尔库斯·瓦莱里乌斯和马尔库斯·波皮利乌斯为执政官,第一〇九届奥林匹克运动会举行,雅典人阿里斯托洛科斯获得了短跑比赛冠军。在他们任期内,罗马人与迦太基人之间签订了第一份条约。

§16.69.2

κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς ὁ δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.

在卡里亚,卡里亚人的统治者伊德里尤斯在统治七年后去世,继承统治的他的妹妹兼妻子阿达统治了四年。

§16.69.3

κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρʼ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων.2 διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή·

在西西里,提摩莱翁将阿德拉农人和廷达里斯人纳入同盟,从他们那里接管了为数不少的士兵,而在叙拉古,城内一片混乱:狄奥尼修斯占据着“岛屿”,希克塔斯控制着阿克拉迪纳和新城,提摩莱翁占领了城市的其余部分,迦太基人带着一百五十艘三列桨战船驶入大港,并以五万步兵安营扎寨。因此,在提摩莱翁的一行人因敌人的众多而惊恐万分时,发生了一次令人无法解释且出人意料的转变:

§16.69.4

πρῶτον μὲν γὰρ Μάρκος3 ὁ τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.

因为首先,卡塔纳的僭主马尔科斯拥有一支相当规模的军队,加入了提摩莱翁;其次,许多渴望自由的据点投向了他;最后,科林斯人装备了十艘船只并筹集了资金,派往叙拉古。

§16.69.5

ὧν πραχθέντων4 Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.

这些事情办成后,提摩莱翁受到了鼓舞,而迦太基人则感到害怕,莫名其妙地驶离了港口,并带着他们的全部力量退回了自己的领地。

§16.69.6

μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν. εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.

在希克塔斯被孤立后,提摩莱翁战胜了敌人,控制了叙拉古。他也立即收复了倒向迦太基人的美塞涅。

§16.69.7

καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως. πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.

西西里的局势便是如此。在马其顿,腓力继承了对伊利里亚人祖传的仇恨,并在分歧无法调和的情况下,率领大军入侵了伊利里亚。他掠夺了该地区并征服了许多城镇,带着大量战利品回到了马其顿。

§16.69.8

μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς· ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι· ὅπερ καὶ συνέβη γενέσθαι.5 εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.

此后,他进入色萨利,将各城市的僭主驱逐出去,以好感争取到了色萨利人;因为他希望在拥有他们作为盟友的情况下,也能轻易引导希腊人产生好感,而这确实发生了。因为邻近的希腊人立刻赞同色萨利人的决定,热切地与他结成了同盟。

语法注5 条
  1. 16.69.1ἐπὶ δὲ τούτων

    意为“在这些人(执政)的时期”,指前句中提到的罗马执政官 M. Valerius 和 M. Popillius。

  2. 16.69.3Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων ... κατεστρατοπεδευκότων

    四个属格绝对(独立分词)结构并列,生动地描绘了叙拉古在多方势力割据以及迦太基军队包围下的混乱局势。这些从句用作主句“πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν”的原因或环境说明。

  3. 16.69.4Μάρκος

    尽管手稿写为“马尔科斯”(Μάρκος),但历史上卡塔纳的僭主被称为“马梅尔科斯”(Mamercus / Μάμερκος)。

  4. 16.69.5ὧν πραχθέντων

    使用中性复数关系代词的属格绝对结构,指代前一节(§16.69.4)中提到的三件事(卡塔纳僭主的加入、据点的投向、科林斯援军的抵达)。

  5. 16.69.8ὅπερ καὶ συνέβη γενέσθαι

    关系代词 ὅπερ 指代前文的不定式短语“引导希腊人产生好感”(τοὺς Ἕλληνας ... εἰς εὔνοιαν προτρέψασθαι),而 γενέσθαι 用作动词 συνέβη 的补充不定式。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.69.1-16.69.8