- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.27.1-16.27.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
菲洛梅洛斯通过威胁皮提亚获得了神明许可的宣告并公之于众,同时对老鹰的征兆做出了有利的解释以争取支持。他向希腊各城邦派遣使节以证明占领德尔斐的合理性并寻求同盟;雅典和拉刻代蒙与其结盟,而底比斯和洛克里斯则决定代表神明对福基斯宣战。
οὗτος γὰρ κρατῶν τοῦ μαντείου προσέταττε τῇ Πυθίᾳ τὴν μαντείαν ἀπὸ τοῦ τρίποδος ποιεῖσθαι κατὰ τὰ πάτρια. ἀποκριναμένης δʼ αὐτῆς ὅτι τοιαῦτα οὐκ ἔστι τὰ πάτρια διηπειλήσατο καὶ συνηνάγκασε τὴν ἀνάβασιν ποιεῖσθαι ἐπὶ τὸν τρίποδα. ἀποφθεγξαμένης δʼ αὐτῆς πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου1 ὅτι ἔξεστιν αὐτῷ πράττειν ὃ βούλεται ἀσμένως τὸ ῥηθὲν ἐδέξατο καὶ τὸν προσήκοντα χρησμὸν ἔχειν ἀπεφαίνετο.2 εὐθὺς δὲ καὶ τὸν χρησμὸν ἔγγραφον ποιήσας καὶ προθεὶς εἰς τοὐμφανὲς ἅπασιν ἐποίησε φανερὸν ὅτι ὁ θεὸς αὐτῷ δίδωσιν ἐξουσίαν πράττειν ὅ, τι βούλεται.
因为他控制了神谕所,便命令皮提亚按照祖传的习俗从三脚台上传达神谕。当她回答说这样的做法并不符合祖传习俗时,他便威胁她,并强迫她登上三脚台。当她面对强迫者的绝对力量,喊出他可以做任何他想做的事时,他欣然接受了所说的话,并声称自己得到了合适的神谕。他立即将神谕写成文字,并公示于众,向所有人表明,神赋予了他做任何他想做之事的权力。
συναγαγὼν δʼ ἐκκλησίαν καὶ τὴν μαντείαν τοῖς πλήθεσι δηλώσας καὶ παρακαλέσας θαρρεῖν ἐτρέπετο πρὸς τὰς τοῦ πολέμου πράξεις. ἐγένετο δʼ αὐτῷ καὶ σημεῖον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος· ἀετὸς γὰρ ὑπερπετώμενος τὸν ναὸν τοῦ θεοῦ καὶ συγκυλισθεὶς ἐπὶ τὴν γῆν τὰς τρεφομένας ἐν τῷ ἱερῷ περιστερὰς ἐθήρευεν, ὧν ἐνίας ἀπʼ αὐτῶν ἥρπαζε τῶν βωμῶν. τὸ δὲ σημεῖον ἔφασαν οἱ περὶ ταῦτʼ ἀσχολούμενοι σημαίνειν τῷ Φιλομήλῳ καὶ τοῖς Φωκεῦσι κρατήσειν τῶν περὶ Δελφοὺς πραγμάτων.
在召集了公民大会,并向群众宣布了神谕,鼓励他们保持勇气之后,他转向了战争的行动。在阿波罗的神殿中,他也得到了一个征兆:一只老鹰飞过神的殿宇,俯冲至地面,捕食在神殿中喂养的鸽子,并从祭坛上夺走了其中的一些。那些从事此类占卜的人说,这一征兆意味着菲洛梅洛斯和福基斯人将控制德尔斐的事务。
ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ἐπέλεξε τῶν φίλων τοὺς εὐθετωτάτους εἰς τὰς πρεσβείας καὶ τούτων τοὺς μὲν εἰς τὰς Ἀθήνας, τοὺς δʼ εἰς Λακεδαίμονα, τοὺς δʼ εἰς τὰς Θήβας ἐξέπεμψεν· ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας τὰς ἐπισημοτάτας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀπέστειλεν, ἀπολογούμενος ὅτι κατείληπται3 τοὺς Δελφοὺς οὐ τοῖς ἱεροῖς χρήμασιν ἐπιβουλεύων, ἀλλὰ τῆς τοῦ ἱεροῦ προστασίας ἀμφισβητῶν· εἶναι γὰρ Φωκέων αὐτὴν ἰδίαν ἐν τοῖς παλαιοῖς χρόνοις ἀποδεδειγμένην.
因此,受到这些事情的鼓舞,他从朋友中挑选了最合适的人担任使节,并将他们中的一些人派遣到雅典,一些人派遣到拉刻代蒙,另一些人派遣到底比斯;同样地,他也派人前往希腊其他最著名的城市,辩解说自己占领德尔斐,并不是图谋神圣的财产,而是为了争夺神殿的监护权;因为他声称这在古代已被确定为福基斯人所特有的权利。
τῶν δὲ χρημάτων τὸν λόγον ἔφη πᾶσι τοῖς Ἕλλησιν ἀποδώσειν καὶ τόν τε σταθμὸν καὶ τὸν ἀριθμὸν τῶν ἀναθημάτων ἕτοιμος εἶναι4 παραδοῦναι τοῖς βουλομένοις ἐξετάζειν. ἠξίου δέ, ἄν τις διʼ ἔχθραν ἢ φθόνον πολεμῇ Φωκεῦσι, μάλιστα μὲν συμμαχεῖν, εἰ δὲ μή γε, τὴν ἡσυχίαν ἄγειν.
关于财物,他说他将向所有希腊人做出交代,并准备向想要核查的人提交奉纳物的重量和数量。他请求,如果有人因仇恨或嫉妒而向福基斯人宣战,最好与之结盟,否则至少保持中立。
τῶν δὲ πρέσβεων τὸ προσταχθὲν πραξάντων Ἀθηναῖοι μὲν καὶ Λακεδαιμόνιοι καί τινες ἄλλοι συμμαχίαν πρὸς αὐτὸν συνέθεντο καὶ βοηθήσειν ἐπηγγείλαντο, Βοιωτοὶ δὲ καὶ Λοκροὶ καί τινες ἕτεροι τἀναντία τούτοις ἐψηφίσαντο καὶ τὸν πόλεμον ὑπὲρ τοῦ θεοῦ πρὸς τοὺς Φωκεῖς ἐπανείλαντο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
使节们执行了所命令的任务后,雅典人、拉刻代蒙人及其他一些人与他缔结了同盟,并承诺予以援助;而波奥蒂亚人、洛克里斯人及其他一些人则投票做出了与此相反的决定,并为了神而承担起对抗福基斯人的战争。这些事便是在这一年内发生的。
- 16.27.1πρὸς τὴν ὑπεροχὴν τοῦ βιαζομένου
介词 πρὸς 表示“面对”、“针对”某种对抗性情境。τοῦ βιαζομένου 是现在分词 βιάζομαι(强迫、强制)的属格阳性单数形式,作名词性使用,指代菲洛梅洛斯。因此,该短语意为“面对强迫者的绝对力量(优势)”,说明了皮提亚做出妥协性回答的背景。
- 16.27.1ἔχειν ἀπεφαίνετο
由动词 ἀπεφαίνετο(声称、宣布)引导的间接引语。不定式 ἔχειν 的逻辑主语与主句主语(菲洛梅洛斯)相同,因此省略了表示不定式主语的宾格代名词。分词 προσήκοντα 修饰 χρησμόν,意为“合适的”或“有利的(神谕)”。
- 16.27.3κατείληπται
动词 καταλαμβάνω(占领)的中被动完成式第三人称单数形。此处作中动意(类似于异态动词),以主句主语(菲洛梅洛斯)为施动者,并直接带宾格宾语 τοὺς Δελφοὺς(“他自己占领了德尔斐”)。在完成时中,该中被动形式常具有主动及物的含义,符合使节在为菲洛梅洛斯的主动行为进行辩护的上下文。
- 16.27.4ἕτοιμος εἶναι
在由传达动词 ἔφη 引导的间接引语(不定式结构)中,由于不定式 εἶναι 的逻辑主语与主句主语(他,即菲洛梅洛斯)一致,因此形容词 ἕτοιμος 采用了主格形式,而非宾格(ἕτοιμον)。这是希腊语中典型的“主格加不定式”(NcI)结构。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
