- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.2.1-16.2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
叙述了腓力继承马其顿王位的背景,包括他在底比斯作为人质时接受的教育、其兄佩尔迪卡斯战死后的国家危机,以及来自邻国和王位觊觎者的外来威胁。
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιμήδους1 Ὀλυμπιὰς μὲν ἤχθη πέμπτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πῶρος Κυρηναῖος, Ῥωμαῖοι δὲ κατέστησαν ὑπάτους Γναῖον Γενύκιον καὶ Λεύκιον Αἰμίλιον. ἐπὶ δὲ τούτων Φίλιππος ὁ Ἀμύντου υἱός, Ἀλεξάνδρου δὲ τοῦ Πέρσας καταπολεμήσαντος πατήρ, παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν διὰ τοιαύτας αἰτίας.
在雅典执政官卡利梅德斯任内,举行了第一百零五届奥林匹克运动会,昔兰尼的波鲁斯在短跑比赛中获胜,罗马人则任命格奈乌斯·杰努基乌斯和卢基乌斯·埃米利乌斯为执政官。在他们任期内,阿敏塔斯之子、击败波斯人的亚历山大之父腓力,由于以下原因继承了马其顿的王位。
Ἀμύντου καταπολεμηθέντος ὑπὸ Ἰλλυριῶν καὶ φόρους τοῖς κρατήσασι τελεῖν ἀναγκασθέντος οἱ μὲν Ἰλλυριοὶ λαβόντες εἰς ὁμηρείαν Φίλιππον τὸν νεώτατον τῶν υἱῶν παρέθεντο τοῖς Θηβαίοις. οὗτοι δὲ τῷ Ἐπαμεινώνδου πατρὶ παρέθεντο τὸν νεανίσκον καὶ προσέταξαν ἅμα τηρεῖν ἐπιμελῶς τὴν παρακαταθήκην καὶ προστατεῖν τῆς ἀγωγῆς καὶ παιδείας.
当阿敏塔斯被伊利里亚人击败并被迫向获胜者纳贡时,伊利里亚人将儿子中最小的腓力作为人质,托付给底比斯人。底比斯人又将这个年轻人托付给伊帕密诺达的父亲,并命令他同时要悉心照看这笔寄托物,并指导他的成长与教育。
τοῦ δʼ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην2 συντρεφόμενος ὁ Φίλιππος μετέσχεν ἐπὶ πλεῖον τῶν Πυθαγορίων λόγων. ἀμφοτέρων δὲ τῶν μαθητῶν προσενεγκαμένων φύσιν τε καὶ φιλοπονίαν ὑπῆρξαν ἑκάτεροι διαφέροντες ἀρετῇ· ὧν Ἐπαμεινώνδας μὲν μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείνας τῇ πατρίδι παραδόξως τὴν ἡγεμονίαν τῆς Ἑλλάδος περιέθηκεν, ὁ δὲ Φίλιππος ταῖς αὐταῖς ἀφορμαῖς χρησάμενος οὐκ ἀπελείφθη τῆς Ἐπαμεινώνδου δόξης.
由于伊帕密诺达有一位毕达哥拉斯派哲学家作为导师,与之共同成长的腓力也较多地分享了毕达哥拉斯派的学说。由于这两位学生都展现出了天资与勤勉,他们各自在德行上出类拔萃;其中,伊帕密诺达经历了伟大的斗争与危险,出人意料地为自己的祖国赢得了全希腊的霸权,而腓力利用了同样的起点,在名望上也不亚于伊帕密诺达。
μετὰ γὰρ τὴν Ἀμύντου τελευτὴν Ἀλέξανδρος ὁ πρεσβύτατος τῶν υἱῶν διεδέξατο τὴν ἀρχήν. τοῦτον δὲ Πτολεμαῖος ὁ Ἀλωρίτης δολοφονήσας παρέλαβε τὴν βασιλείαν καὶ τοῦτον ὁμοίως Περδίκκας ἐπανελόμενος ἐβασίλευσεν. τούτου δὲ παρατάξει μεγάλῃ λειφθέντος ὑπὸ Ἰλλυριῶν καὶ πεσόντος ἐπὶ τῆς χρείας3 Φίλιππος ὁ ἀδελφὸς διαδρὰς ἐκ τῆς ὁμηρείας παρέλαβε τὴν βασιλείαν κακῶς διακειμένην.
因为在阿敏塔斯去世后,长子亚历山大继承了统治权。但阿洛罗斯的托勒密刺杀了亚历山大并夺取了王位,随后佩尔迪卡斯同样除掉了托勒密并登基为王。当这位佩尔迪卡斯在一次大战中被伊利里亚人击败并在战场上阵亡时,他的弟弟腓力从人质身份中逃脱,接管了处于危急状态的王国。
ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον.
因为在战役中被杀的马其顿人超过了四千人,其余的人对伊利里亚人的军队充满了恐惧,处于极度恐慌之中,对继续战斗感到意气消沉。
ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι.4 ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.
与此同时,居住在马其顿附近的派奥尼亚人由于藐视马其顿人而正在掠夺该地区,伊利里亚人则正在集结大军准备入侵马其顿,而一个名叫保萨尼亚斯并与王室有姻亲关系的人,正试图通过色雷斯国王回到马其顿王位。同样,对腓力怀有敌意的雅典人也扶持阿尔盖乌斯重登王位,并派遣了将军曼蒂亚斯,带去三千名重装步兵和一支规模可观的海军力量。
- 16.2.1ἐπʼ ἄρχοντος ... Καλλιμήδους
属格独立结构。这是希腊历史编纂学中的一种程式化表达,通过提及当年的雅典执政官之名来确定历史事件的年代。
- 16.2.3τοῦ δʼ Ἐπαμεινώνδου Πυθαγόριον ἔχοντος φιλόσοφον ἐπιστάτην
表示原因的属格独立结构。分词 ἔχοντος 修饰名词 Ἐπαμεινώνδου,而 Πυθαγόριον ... φιλόσοφον ἐπιστάτην 则起到宾语补足语的作用,意为“拥有一位毕达哥拉斯派哲学家作为导师”。
- 16.2.4ἐπὶ τῆς χρείας
此短语可以有多种译法,如“在需要之时”、“在履行职务中”或“在战场上”。此处特指国王佩尔迪卡斯在军事行动(战斗)的过程中或在战场上阵亡。
- 16.2.6κατιέναι
动词 κάτειμι(意为“下去”或“归来”)的不定式。在古典政治语境中,这是指代“从流亡中回归祖国”,或为了重新夺回王位及失去的特权而“复辟、归国”的常用词汇。
