← 西西里的狄奥多罗斯

历史丛书

§16.11.1-16.11.5

叙拉古的欢庆与狄奥尼修斯的突袭

狄翁的归来让叙拉古充满喜悦,人们将他视作救主予以赞赏。与此同时,返回的狄奥尼修斯用虚假的和平谈判使市民放松警惕,随后从城堡发起突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.11.1

τῆς δὲ πόλεως πάσης μετημφιεσμένης1 ἀντὶ τῆς δουλείας τὴν ἐλευθερίαν καὶ τὸ σκυθρωπὸν τῆς τυραννίδος εἰς πανηγυρικὴν ἱλαρότητα τῆς τύχης ἀγούσης2 πᾶσα οἰκία θυσιῶν καὶ χαρᾶς ἔγεμε, τῶν ἰδιωτῶν ἐπὶ ταῖς ἰδίαις ἑστίαις θυμιώντων καὶ περὶ μὲν τῶν παρόντων ἀγαθῶν εὐχαριστούντων τοῖς θεοῖς, περὶ δὲ τῶν μελλόντων εὐχὰς ἀγαθὰς ποιουμένων. ἐγένετο δὲ καὶ τῶν γυναικῶν ἐπὶ ταῖς ἀνελπίστοις εὐημερίαις ὀλολυγμὸς πολὺς καὶ καθʼ ἅπασαν τὴν πόλιν συνδρομαί.

整个城市脱去了奴役的装束而换上了自由,命运将僭主统治的阴郁转变为节日的欢乐,家家户户都充满了祭祀与喜悦,公民们在自己的炉灶前焚香,为眼前的恩赐感谢神明,并为未来的福祉献上美好的祈祷。面对这意想不到的幸福,妇女们也发出了极大的欢呼,整座城市里人们纷纷聚集。

§16.11.2

οὐδεὶς δʼ ἦν ἐλεύθερος, οὐ δοῦλος, οὐ ξένος, ὃς οὐκ ἔσπευδεν ἰδεῖν τὸν Δίωνα καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς πάντες ἀπεδέχοντο μειζόνως ἢ κατʼ ἄνθρωπον. καὶ τοῦτʼ εὐλόγως ἔπασχον διὰ τὸ μέγεθος καὶ παράδοξον τῆς μεταβολῆς· πεντηκονταετοῦς γὰρ δουλείας πεπειραμένοι καὶ τῆς ἐλευθερίας διὰ τὸν χρόνον ἐπιλελησμένοι διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν ἀπελύθησαν τῆς συμφορᾶς.

没有一个人,无论是自由人、奴隶还是异邦人,不急于去见狄翁,所有人都以超越常人的方式赞赏这位男子的美德。他们有这种感受是理所当然的,因为这场变革规模宏大且出乎意料;他们经历了五十年的奴役,由于时间久远已经忘记了自由,却因一个人的美德而得以从灾难中解脱。

§16.11.3

Διονύσιος δὲ κατὰ τούτους τοὺς καιροὺς αὐτὸς μὲν ἔτυχε διατρίβων περὶ Καυλωνίαν τῆς Ἰταλίας, Φίλιστον δὲ τὸν στρατηγὸν περὶ τὸν Ἀδρίαν ὄντα μετεπέμψατο μετὰ τῆς ναυτικῆς δυνάμεως καὶ προσέταξε πλεῖν εἰς τὰς Συρακούσσας. ἀμφοτέρων δʼ εἰς τὸν αὐτὸν τόπον ἐλθεῖν σπευδόντων ὁ μὲν Διονύσιος ἧκεν εἰς τὰς Συρακούσσας ἡμέραις ὕστερον ἑπτὰ τῆς Δίωνος καθόδου.

此时,狄奥尼修斯本人正巧在意大利的考洛尼亚附近逗留,但他召回了在亚得里亚海沿岸的将军菲利斯图斯及其海军,并命令其驶往叙拉古。正当两人都急于赶往同一地点时,狄奥尼修斯在狄翁返回七天后抵达了叙拉古。

§16.11.4

εὐθὺς οὖν καταστρατηγῆσαι βουλόμενος τοὺς Συρακοσίους περὶ διαλύσεως ἐπρεσβεύετο καὶ πολλὰς ἐμφάσεις ἐδίδου παραδώσειν τὴν τυραννίδα τῷ δήμῳ καὶ τῆς δημοκρατίας ἀλλάξεσθαι3 τιμὰς ἀξιολόγους· ἠξίου τε πρέσβεις ἀποστεῖλαι πρὸς αὐτόν, μεθʼ ὧν συνεδρεύσας καταλύσηται τὸν πόλεμον.

因此,他企图立即在智谋上战胜叙拉古人,便派遣使者商讨和解,并多次暗示将把僭主权力交还给人民,以换取民主制度下显著的荣誉。他要求他们派遣使者到他那里,以便与他们共同商议结束战争。

§16.11.5

οἱ μὲν οὖν Συρακόσιοι μετεωρισθέντες ταῖς ἐλπίσιν ἐξαπέστειλαν πρέσβεις τοὺς ἀξιολογωτάτους τῶν ἀνδρῶν· ὁ δὲ Διονύσιος τούτοις μὲν φυλακὴν περιστήσας ἀνεβάλετο τὴν ἔντευξιν, αὐτὸς δʼ ὁρῶν τοὺς Συρακοσίους διὰ τὴν ἐλπίδα τῆς εἰρήνης τά τε περὶ τὰς φυλακὰς ῥᾳθύμως ἔχοντας καὶ τὰ πρὸς μάχην ἀπαρασκεύους ἄφνω τὰς πύλας τῆς κατὰ τὴν Νῆσον ἀκροπόλεως ἀνοίξας ἐξεχύθη συντεταγμένῃ τῇ δυνάμει.

于是叙拉古人抱着极大的希望,派遣了他们中最有声望的人担任使者。然而狄奥尼修斯派兵将这些人看管起来,推迟了会面;他自己看到叙拉古人由于对和平的期待而在防卫上懈怠、对战斗毫无准备,便突然打开了“岛屿”上城堡的大门,率领整顿好的军队冲了出去。

语法注3 条
  1. 16.11.1μετημφιεσμένης

    动词 μεταμφιέννυμι(换装、穿衣)的完成时中被动分词,此处作中动意。它具有双重格支配的用法,即“代替A(用 ἀντί 加属格)而穿上B(宾格)”。τῆς δὲ πόλεως πάσης 是属格独立结构的动作主体,而 τὴν ἐλευθερίαν 是其宾格直接宾语。

  2. 16.11.1ἀγούσης

    属格独立结构中的分词,其逻辑主语是稍后出现的属格名词 τῆς τύχης(命运)。名词短语 τὸ σκυθρωπὸν τῆς τυραννίδος(僭主统治的阴郁)作其直接宾语。

  3. 16.11.4ἀλλάξεσθαι

    动词 ἀλλάσσω(交换)的中动未来不定词。用于承接 ἐμφάσεις ἐδίδου(给予暗示)的间接陈述中,因不定词的主语与主句主语(狄奥尼修斯)一致而省略。中动语态的 ἀλλάττομαί τι τινός 意为“用A(属格)换取B(宾格,作为给自己的利益)”。此处属格 τῆς δημοκρατίας 表示用来交换的代价(认可民主),宾格 τιμὰς ἀξιολόγους 是直接宾语,表示换取的“相当的荣誉”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.11.1-16.11.5