- 底本
- Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.51.1-15.51.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
在雅典执政官弗拉西克莱德斯任期内,底比斯被排除在和平条约之外,被迫独自面对与斯巴达的战争。底比斯拒绝了斯巴达关于波奥蒂亚诸城自治及重建普拉提亚等要求后,国王克利翁布罗图斯立即率军讨伐底比斯。
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ὀκτώ, Πόπλιον Μάνιον καὶ Γάιον, Ἐρενούκιον καὶ Γάιον Σέστον καὶ Τιβέριον Ἰούλιον, ἔτι δὲ Λεύκιον Λαβίνιον καὶ Πόπλιον Τριβώνιον καὶ Γάιον Μάλλιον, πρὸς δὲ τούτοις Λεύκιον Ἀνθέστιον. ἐπὶ δὲ τούτων οἱ μὲν Θηβαῖοι ἔκσπονδοι γεγονότες1 ἠναγκάσθησαν ἀναδέξασθαι μόνοι τὸν πρὸς Λακεδαιμονίους πόλεμον· οὐδεμιᾷ γὰρ ἐξῆν πόλει συμμαχῆσαι διὰ τὸ πάσας συντεθεῖσθαι τὴν κοινὴν εἰρήνην.
在雅典执政官弗拉西克莱德斯任期内,罗马人任命了八位军事护民官代替执政官:普布利乌斯·马尼乌斯、盖乌斯·埃雷努基乌斯、盖乌斯·塞克斯图斯、提贝里乌斯·尤利乌斯,此外还有卢基乌斯·拉维尼乌斯、普布利乌斯·特雷博尼乌斯、盖乌斯·马利乌斯,以及卢基乌斯·安特斯提乌斯。在这些官员任职期间,底比斯人因为已被排除在条约之外,被迫独自承担与拉刻代蒙人的战争;因为所有城市都已缔结了共同和平,没有任何城市被允许与他们结盟。
οἱ δὲ Λακεδαιμόνιοι, μονωθέντων τῶν Θηβαίων, ἔκριναν πολεμεῖν αὐτοῖς καὶ τὰς Θήβας ἐξανδραποδίσασθαι. φανερᾶς δὲ οὔσης τῆς τῶν Λακεδαιμονίων παρασκευῆς, καὶ τῶν Θηβαίων ἐρήμων ὄντων συμμάχων, ἅπαντες ὑπελάμβανον αὐτοὺς ῥᾳδίως ὑπὸ τῶν Σπαρτιατῶν καταπολεμηθήσεσθαι.
而拉刻代蒙人,在底比斯人孤立无援的情况下,决定向他们开战并彻底奴役底比斯。由于拉刻代蒙人的备战显而易见,且底比斯人缺乏盟友,所有人都认为他们很容易就会被斯巴达人打败。
διόπερ οἱ μὲν εὐνοϊκῶς ἔχοντες τῶν Ἑλλήνων πρὸς τοὺς Θηβαίους συνήλγουν αὐτοῖς ἐπὶ ταῖς προσδοκωμέναις συμφοραῖς, οἱ δʼ ἀλλοτρίως ἔχοντες περιχαρεῖς ἦσαν, ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων.2 τέλος δʼ οἱ Λακεδαιμόνιοι πολλὴν δύναμιν παρασκευασάμενοι παρέδωκαν αὐτὴν Κλεομβρότῳ τῷ βασιλεῖ, καὶ πρῶτον μὲν προαπέστειλαν πρέσβεις εἰς Θήβας, προστάττοντες ἁπάσας τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις ἐᾶν αὐτονόμους, Πλαταιὰς δὲ καὶ Θεσπιὰς οἰκίζειν καὶ τὴν χώραν τοῖς πρότερον γεγονόσι κυρίοις ἀποκαταστῆσαι.
因此,在希腊人中对底比斯人怀有善意的人,为他们即将面临的灾难感到难过,而那些怀有敌意的人则大喜过望,料定底比斯人转瞬间就会被贬为奴隶。最后,拉刻代蒙人筹备了一支大军,将其交给国王克利翁布罗图斯指挥,并首先派遣使节前往底比斯,命令他们让波奥蒂亚的所有城市保持自治,重建普拉提亚和塞斯皮埃,并将土地归还给以前的所有者。
ἀποκριναμένων δὲ τῶν Θηβαίων, ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν οὐδὲν τῶν κατὰ τὴν Λακωνικὴν οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει3 τῶν τῆς Βοιωτίας· γενομένων δὲ τοιούτων τῶν ἀποκρίσεων οἱ Λακεδαιμόνιοι τὸν Κλεόμβροτον εὐθὺς ἐξέπεμψαν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Θήβας· οἱ δὲ τῶν Λακεδαιμονίων σύμμαχοι προθύμως εἶχον εἰς τὸν πόλεμον, ἐλπίζοντες μήτʼ ἀγῶνα μήτε μάχην ἔσεσθαι, ἀλλʼ ἀκονιτὶ τῶν Βοιωτῶν κρατήσειν.
底比斯人回答说,他们自己既绝不干涉拉科尼亚的事务,他们〔拉刻代蒙人〕也不应该插手波奥蒂亚的事务。在做出这样的回答后,拉刻代蒙人立即派克利翁布罗图斯率军前往底比斯。拉刻代蒙人的盟友们对战争十分热切,期望既不会有恶斗也不会有交战,而是能够兵不血刃地征服波奥蒂亚人。
- 15.51.1ἔκσπονδοι γεγονότες
完成时分词 γεγονότες 在此表示原因或理由(“因为他们已经成为”),并以形容词 ἔκσπονδος(被排除在和平条约之外的)作为补足语。
- 15.51.3ὡς αὐτίκα μάλα τῶν Θηβαίων ἐξανδραποδισθησομένων
连词 ὡς 后面接由将来被动分词属格 ἐξανδραποδισθησομένων 及其主语属格 τῶν Θηβαίων 构成的属格绝对结构。ὡς 表示主观期待(“预料到……将会”)。
- 15.51.4ὡς οὔτʼ αὐτοὶ πολυπραγμονοῦσιν ... οὔτʼ ἐκείνοις ἅπτεσθαι προσήκει
在由 ὡς 引导的间接引语中,前半部分使用现在直陈式 πολυπραγμονοῦσιν,而连词 οὔτʼ 之后的后半部分同样使用现在直陈式非人称动词 προσήκει(理应),并接不定式 ἅπτεσθαι。ἐκείνοις 是由 προσήκει 支配的与格,而不定式 ἅπτεσθαι 则支配属格宾语 τῶν τῆς Βοιωτίας。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-10-12 统一书写 — 译文 1 处
